De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

δι’ οὗ τὰ πάντα«. ἐπὰν δὲ λέγῃ »δι’ οὗ τὰ πάντα« , οἶδεν αὐτὸν πρὸ πάντων· ὥστε πρὸ τῆς τοῦ κόσμου γενέσεως ὁ λέγων οὐδὲν ἕτερον εἶναι πλὴν θεοῦ μόνου τῆς ἀληθείας καταψεύδεται. σὺν γὰρ τῷ μόνῳ θεῷ καὶ ὁ μονογενὴς αὐτοῦ υἱὸς ἦν πρὸ τῆς τοῦ κόσμου συστάσεως. καὶ τῷ πατρὶ συνῆν. τοῦτο γὰρ ἐδίδαξεν αὐτὴν καὶ ὁ εἰπὼν »ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι’ οὗ καὶ

ἐποίησεν τοὺς αἰῶνας«.

καὶ ἐν Παροιμίαις διὰ Σολομῶνος αὐτὸς ὁ υἱὸς περὶ ἑαυτοῦ διδάσκει λέγων »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«. ἀλλὰ καὶ αὐτὸς »ἦν τὸ φῶς, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«, ἐπειδὴ »ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο«. εἰ δὲ »ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο«, δῆλον ὡς προϋπῆρχεν τοῦ κόσμου.