De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ἢ γὰρ καὶ θεοῦ ἦν ὁ λόγος ἐχρῆν εἰπεῖν ἢ ὁ θεὸς ἦν ὁ λόγος, μετὰ προσθήκης τοῦ ἄρθρου, εἰ τῇ Μαρκέλλου διανοίᾳ σύμφωνον τὴν γραφὴν ἐποιεῖτο. νυνὶ δὲ καὶ αὐτὸν τὸν λόγον θεὸν εἶναι παρίστη, ὁμοίως τῷ πρὸς ὃν ἦν θεῷ· προειπὼν γὰρ »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν«, ἐπάγει λέγων »καὶ θεὸς ἦν ὁ λόγος«, μονονουχὶ σαφέστερον ἡμᾶς διδάσκων πρῶτον μὲν ἡγεῖσθαι θεὸν τὸν ἐπέκεινα τῶν ὅλων αὐτὸν τὸν τοῦ λόγου πατέρα, πρὸς ὃν ἦν ὁ λόγος, ἔπειτα μετ’ αὐτὸν μὴ ἀγνοεῖν ὡς καὶ ὁ λόγος αὐτοῦ ὁ μονογενὴς υἱός, οὐχὶ αὐτὸς ἦν ὁ ἐπὶ πάντων θεός, ἀλλ’ ὅτι καὶ αὐτὸς θεὸς ἦν.

ὁ γὰρ »καὶ« σύνδεσμος τῷ πατρὶ συνάπτει τὴν θεότητα τοῦ υἱοῦ. διό φησιν »καὶ θεὸς ἦν ὁ λόγος«, ἵν’ ἴδωμεν θεὸν τὸν ἐπὶ πάντων πρὸς ὃν ἦν ὁ λόγος. καὶ θεὸν αὐτὸν τὸν λόγον ἄκουε, ὡς εἰκόνα τοῦ θεοῦ, καὶ εἰκόνα οὐχ ὡς ἐν ἀψύχῳ ὕλῃ, ἀλλ’ ὡς ἐν υἱῷ ζῶντι καὶ ἀκριβέστατα πρὸς τὴν ἀρχέτυπον θεότητα τοῦ πατρὸς ἀφωμοιωμένῳ.

ἐπεὶ δὲ τῷ ἀνθρωπίνῳ λόγῳ τὸν τοῦ θεοῦ παραβάλλειν ἐδόκει Μαρκέλλῳ, καὶ πόσῳ βελτίω εἶναι φήσομεν, εἰκόνι χρώμενον τῷ ἀνθρωπίνῳ λόγῳ, τούτῳ μᾶλλον χρήσασθαι τῷ παραδείγματι

καὶ φάναι τοῦ παρ’ | ἡμῖν λόγου πατέρα εἶναι τὸν νοῦν, ἕτερον ὄντα παρὰ τὸν λόγον. τὸν μὲν γὰρ νοῦν, ὅστις ποτὲ καὶ ὁποῖος ὢν τὴν οὐσίαν ὑπάρχει, οὐδεὶς πώποτε ἀνθρώπων ἔγνω, βασιλεὺς δ’ οἷα ἐν ἀπορρήτοις εἴσω τοῖς αὐτοῦ ταμείοις ἱδρυμένος τὰ πρακτέα βουλεύεται· ὁ δ’ ἐξ αὐτοῦ λόγος οἷα πατρὸς ἐξ ἀδύτων μυχῶν γεγεννημένος τοῖς ἐκτὸς πᾶσιν καθίσταται γνώριμος.

εἶθ’ οἱ μὲν ἐκ τῆς τοῦ λόγου μεταλαμβάνουσιν ὠφελείας, τὸν δ’ ἀφανῆ καὶ ἀόρατον νοῦν, τὸν δὴ τοῦ λόγου πατέρα, οὐδεὶς πώποτε εἶδεν.