De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
δέον ἕν τι θεῖον, ἄρρητον, ἀγαθόν, ἁπλοῦν, ἀσύνθετον, μονοειδὲς τὸ ἐπέκεινα τῶν ὅλων ὁμολογεῖν, αὐτόθεον, αὐτονοῦν, αὐτόλογον, αὐτοσοφίαν, αὐτοφῶς, αὐτοζωήν, αὐτοκαλόν, αὐτοαγαθὸν ὄντα καὶ τούτων ὅ τι ἄν τις κρεῖττον ἐπινοήσειεν, μᾶλλον δ’ ὑπὲρ πάντα νοῦν καὶ πάσης ἐπέκεινα διανοίας τε καὶ ἐνθυμήσεως,
τὸν δὲ τούτου μονογενῆ υἱόν, ὡς ἂν εἰκόνα τοῦ πατρὸς ἐξ αὐτοῦ φύντα πάντη τε καὶ κατὰ πάντα ὁμοιότατον ὄντα τῷ γεγεννηκότι, καὶ αὐτὸν θεὸν καὶ νοῦν καὶ λόγον καὶ σοφίαν καὶ ζωὴν καὶ φῶς εἶναι αὐτοῦ τε τοῦ καλοῦ καὶ ἀγαθοῦ εἰκόνα, οὐκ αὐτὸν ὄντα τὸν πατέρα ἀλλὰ τὸν τοῦ πατρὸς μονογενῆ υἱόν, οὐδ’ αὐτὸν ὄντα τὸν ἀγέννητον καὶ ἄναρχον ἀλλὰ τὸν ἐξ αὐτοῦ φύντα καὶ ἀρχὴν ἐπιγραφόμενον τὸν γεγεννηκότα.
εἰ δὲ τούτοις ἀντιλέγων Μάρκελλος ταὐτὸν εἶναι φάσκοι τὸν θεὸν | καὶ τὸν ἐν αὐτῷ λόγον, ἀσύνθετον καὶ ἁπλοῦν τὸν θεὸν ὁριζόμενος, ὥρα μήτε πατέρα μήτε υἱὸν ὁμολογεῖν αὐτόν, ἄντικρυς δὲ τὸν Ἰουδαῖον προβάλλεσθαι ἢ τὸν Σαβέλλιον εἰσάγειν, πατέρα καὶ υἱὸν τὸν αὐτὸν εἶναι φάσκοντα· ὥστε κατ’ αὐτὸν τὸ ἐν ἀρχῇ ἦν ὁ λόγος« ἴσον εἶναι τῷ ἐν ἀρχῇ ἦν ὁ θεός, καὶ τὸ καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« ἴσον εἶναι τῷ καὶ ὁ θεὸς ἦν πρὸς τὸν θεόν,
ὁμοίως δὲ καὶ τὸ τρίτον ταὐτὸν εἶναι τῷ καὶ θεὸς ἦν ὁ θεός, ἃ δὴ πρὸς τῷ ἀσυναρτήτῳ καὶ παραλογώτατα εἴη ἄν. πῶς δὲ καὶ τὸ »πάντα δι’ αὐτοῦ ἐγένετο» χώραν ἕξει, ἑνὸς ὄντος τοῦ ὑποκειμένου;
οὐ γὰρ ὑπ’ αὐτοῦ φησιν οὐδ’ ἐξ αὐτοῦ τὰ πάντα γεγενῆσθαι. ἀλλὰ »δι’ αὐτοῦ«. ἡ δὲ διὰ πρόθεσις τὸ ὑπηρετικὸν σημαίνει, ὡς ὁ αὐτὸςὡσαύτως οὖν εἴρηται καὶ τὸ »πάντα δι’ αὐτοῦ ἐγένετο«, ἑτέρου μὲν πεποιηκότος, αὐτοῦ δὲ διακονησαμένου· ὥσθ’ ἕτερον ζητεῖν τὸν ποιητὴν τῶν ὅλων τὸν διὰ τοῦ θεολογουμένου τὰ πάντα ὑποστησάμενον. καὶ τίς ἂν γένοιτο οὗτος; ἀλλ’ οὐκ ἂν ἔχοι εἰπεῖν.