De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
εἰ γὰρ προσποιεῖται ταύτας μὴ παραδέχεσθαι τὰς φωνάς, πλὴν δῆλός ἐστιν ἐκ τοῦ ποτὲ μὲν ἔνδον αὐτὸν λέγειν ἐν τῷ θεῷ, ἄλλοτε δὲ δι’ ἐνεργείας δραστικῆς προϊέναι αὐτοῦ, ἀφ’ ὧν τε τῷ ἀνθρωπίνῳ ἀπεικάζει αὐτὸν λόγῳ. ὅ γε μὴν θεῖος εὐαγγελιστὴς κατ’ οὐδένα τῶν ἀποδεδομένων τρόπων λόγον ὑπεστήσατο τὸν πρὸς αὐτοῦ θεολογούμενον, ἀλλ’ οἷον ἔπρεπεν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ νοεῖν, λόγον μὲν ὄντα καθ’ ὃ πάντα λόγῳ συνεστήσατο καὶ χωρὶς λόγου τῶν ὄντων οὐδὲν γέγονεν, θεὸν δὲ καὶ μονογενῆ καθ’ ὃ μόνος ἀληθῶς ἦν υἱὸς τοῦ ἐπὶ πάντων θεοῦ, υἱὸς γνήσιος ὄντως καὶ ἀγαπητός, τῷ αὐτοῦ πατρὶ κατὰ πάντα ἀφωμοιωμένος.
διὸ καὶ φῶς ἦν ἀληθῶς καθ’ ὃ τὸ νοερὸν καὶ λογικὸν ταῖς κατ’ εἰκόνα τὴν αὐτοῦ πεποιημέναις ψυχαῖς ἐναυγάζει φέγγος. διὸ οὐ πάντων αὐτὸν φῶς εἶναί φησιν, ἀλλὰ μόνων ἀνθρώπων· »ἦν« γὰρ τὸ φῶς »τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον« ἔφη. οὕτω δὲ καὶ ζωὴ ὑπῆρχεν ἀληθῶς, καθ’ ὃ πᾶσιν τοῖς ζῶσιν τὸ τῆς ἐξ αὐτοῦ χορηγίας παρέχει νᾶμα. καὶ καθ’ ἑκάστην δὲ ἐπίνοιαν τῶν ἐν αὐτῷ θεϊκῶν δυνάμεων παραστατικὰς εὕροις ἂν αὐτοῦ καὶ ἀληθεῖς ἐπωνυμίας. κατὰ πάντα γὰρ ἀλήθεια ἦν ὁ υἱὸς τοῦ θεοῦ, ὃ δὴ παρίστησιν αὐτὸς λέγων »ἐγώ εἰμι ἡ ἀλήθεια«.
| ἀλλ’ ὁ νέος συγγραφεὺς ταῦτα μὲν οὔτε συνίησιν οὔτε οἶδεν οὔθ’ ὅτι ἀγνοεῖ οἶδεν, ἃ δὴ καὶ εἰδέναι αὐχεῖ, ὅπως συνέστη. φέρε πάλιν εἶτα ἀναλαβόντες ἀκούσωμεν, ὡς τῷ ἐν ἀνθρώποις αὐτὸν ἀπεικάζει λόγῳ, τῷ τε κατὰ διάνοιαν καὶ τῷ κατὰ προφοράν, τοῦ τον γράφων τὸν τρόπον
(Nr. 55) τοῦτο δὲ ῥᾴδιον, οἶμαι, τοῖς εὖ φρονοῦσιν καὶ ἀπὸ μικροῦ τινος καὶ ταπεινοῦ καθ’ ἡμᾶς παραδείγματος γνῶναι. οὐδὲ γὰρ τὸν τοῦ ἀνθρώπου λόγον δυνάμει καὶ ὑποστάσει χωρίσαι τινὶ δυνατόν· ἓν γάρ ἐστιν καὶ ταὐτὸν69rτῷ ἀνθρώπῳ ὁ λόγος, καὶ οὐδενὶ χωριζόμενος ἑτέρω ἢ μόνῃ τῇ τῆς πράξεως ἐνεργεία.