De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
ἐνεργείᾳ πρὸς τὸν θεὸν εἶναι τὸν λόγον (»πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετοδιὰ τοσούτων Μάρκελλος τὴν ὑπόστασιν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ἀναιρῶν, τὸν θεῖον εὐαγγελιστὴν τῆς ἑαυτοῦ κακοδοξίας μαρτύρεται, ὡς οὐδὲν ἕτερον αὐτὸν ἐπιστάμενον ἢ λόγον, ποτὲ μὲν ἐνεργοῦντα ἄλλοτε δὲ ἡσυχάζοντα ἐν τῷ θεῷ καὶ οὐδὲν ἕτερον ὄντα ἢ αὐτὸν τὸν θεόν.67rοὐδὲ ἕν«), ἐν δὲ τῷ θεὸν εἶναι τὸν λόγον εἰρηκέναι μὴ διαιρεῖν τὴν θεότητα, ἐπειδὴ ὁ λόγος τε ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ λόγῳ· »ἐν ἐμοὶ« γάρ φησιν »ὁ πατήρ, κἀγὼ ἐν τῷ πατρί« .
καίτοι ὁ μέγας εὐαγγελιστὴς ἅμα καὶ θεολόγος τρίτον ἐν ταὐτῷ μνημονεύσας τοῦ λόγου, οὐδ’ ἅπαξ εἴρηκεν αὐτὸν θεοῦ λόγον. οὐ γὰρ εἶπεν· ἐν ἀρχῇ ἦν ὁ τοῦ θεοῦ λόγος, ἀλλ’ ἀορίστως »ἐν ἀρχῇ ἦν ὁ λόγος« , ἡμῖν καταλιπὼν ζητεῖν ὁποῖος ἦν λόγος. καὶ πάλιν καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« εἶπεν δυνάμενος εἰπεῖν· καὶ ὁ λόγος τοῦ θεοῦ ἦν ἐν τῷ θεῷ. ἀλλὰ καὶ » ‹καὶ› θεὸς ἦν ὁ λόγος« οὐχί· καὶ θεοῦ ἦν ὁ λόγος, ἔφη, ἵνα μὴ τοῦ θεοῦ ἐνέργειάν τινα σημαντικήν τινος ἢ ποιητικὴν εἶναι αὐτὸν ὑπολάβωμεν.
ὃ δὴ Μάρκελλος οἰηθεὶς ἀίδιον εἶναι αὐτὸν τοῦ θεοῦ λόγον, τουτέστιν ἀγέννητον, πολλάκις ὡρίσατο· οὐ συνορῶν ὅτι εἰ μὲν ἕτερον τοῦ θεοῦ τὸν λόγον φάσκοι δύο ἔσται ἀίδια (ὁ λόγος καὶ ὁ θεός) καὶ οὐκέτ’ ἔσται
ἀρχὴ μία. εἰ δὲ ἓν λέγοι τὸ ἀίδιον τὸν αὐτὸν ὁριζόμενος εἶναι τὸν θεὸν τῷ λόγῳ γυμνὸν τὸν Σαβέλλιον ὁμολογήσει, υἱοπάτορα τὸν ἕνα κατ’ αὐτὸν ἐκεῖνον εἰσάγων.ἔσται οὖν ὁ πατὴρ αὐτῷ γεννηθεὶς καὶ παθών, καὶ αὐτὸς ἔσται ὁ εὐχόμενος ἑαυτῷ καὶ ἀπεστάλθαι λέγων ὑφ’ ἑαυτοῦ καὶ υἱὸν ἑαυτοῦ καὶ μονογενῆ, οὐκ ἐπαληθεύων σὺν εἰρωνείᾳ δὲ καταψευδόμενος. καὶ τίς ἂν ἕτερος τούτου δυσσεβέστερος γένοιτ’ ἂν λόγος; ἀλλὰ γὰρ ἡμεῖς φέρε ἴδωμεν, ὁποῖον | ἡμῖν ὁ εὐαγγελιστὴς λόγον εὐαγγελίζεται φάσκων »ἐν ἀρχῇ ἦν ὁ λόγος. καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος« .
ἡ μὲν οὖν τὸν λόγον δηλοῦσα λέξις, δι’ Ἑλληνικῆς γλώττης ποοενηνεγμένη, πολύσημον ὑποβάλλει τὴν ἐξ αὐτῆς θεωοίαν. α′. κέκληται γὰρ [ὁ] λόγος καὶ ὁ ἐν τῇ λογικῇ ψυχῇ καταβεβλημένος, καθ’ ὃν τὸ λογίζεσθαι ἡμῖν πάρεστιν, β′. καὶ παρὰ τοῦτον ἕτερος. ὁ διὰ γλώττης καὶ φωνῆς ἐνάρθρου σημαίνων τι. γ′. καὶ κατὰ τρίτον τρόπον, ὁ διὰ γραφῆς τῷ γραφεῖ συντεταγμένος.
〈δ′.〉 ἤδη δὲ λόγον εἰώθαμεν καλεῖν καὶ τὸν σπερματικὸν ἢ φυτικόν, καθ’ ὃν δυνάμει τὰ μηδέπω φύντα ἐναπόκειται τοῖς σπέρμασιν, μέλλοντα ὅσον οὔπω τῇ ἐνεργείᾳ εἰς φῶς προϊέναι. ε’. καὶ παρὰ ταῦτα ἑτέρως εἰώθασιν ὀνομάζειν λόγον τὸν ἐπιστημονικὸν τέχνης τινὸς ἢ ἐπιστήμης καὶ πάντων τῶν τοιωνδὶ θεωρημάτων καταληπτικόν, οἷον ἰατρικὸν ἢ ἀρχιτεκτονικὸν ἢ γεωμετρικόν.
διαφόρων τοίνυν τρόπων παρισταμένων ἐκ τῆς τοῦ λόγου φωνῆς, τοῦ τε εὐαγγελιστοῦ ἀπολύτως εἰρηκότος ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος« , προσήκει τὸν νοῦν ἐπιστήσαντα καταμαθεῖν, ὡς ξένον τι χρῆμα λόγου παρὰ τὰ ἐγνωσμένα