De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

καὶ πόσῳ τούτου κρείττων, ἐν κακῶν ἐκλογῇ, ὁ μὴ διαιρῶν μὲν τὴν ἄναρχον καὶ ἀγέννητον καὶ θεϊκὴν δύναμιν τὸν αὐτὸν δ’ εἶναι ὁμολογῶν γυμνῷ τῷ λόγῳ, πόσῳ δὲ ἑκατέρων βελτίων ὁ Ἰουδαῖος, τὸν ἕνα θεὸν οὐ διαιρῶν εἰς πατέρα καὶ υἱὸν Μαρκέλλῳ παραπλησίως οὐδὲ τὸν αὐτὸν υἱοπάτορα κατὰ τὸν Σαβέλλιον εἰσάγων, ἀλλὰ σέβων μὲν τὸν θεὸν γνωρίζων δὲ καὶ προσδοκῶν τὸν Χριστὸν αὐτοῦ τὸν διὰ τῶν προφητῶν ἥξειν κηρυττόμενον, ὃν ἐλθόντα ἐπεὶ μὴ παρεδέξαντο, δίκην τῆς εἰς αὐτὸν ἀπιστίας ὑπέσχον τε καὶ ὑφέξουσιν.

| οἱ δὲ πιστεύειν εἰς τὸν ἀφικόμενον δι’ εὐχῆς ἔχοντες τρία ταῦτα γνωριοῦσιν· τὸν »ἐκ σπέρματος Δαυὶδ« καὶ τῆς [αὐτῆς] ἁγίας

παρθένου καὶ τὸν ἐνοικήσαντα τούτῳ υἱὸν τοῦ θεοῦ προόντα
50r
καὶ οὐσιωδῶς ὑφεστῶτα καὶ τὸν τούτου πατέρα θεόν, ὑφ’ οὗ καὶ αὐτὸς ἀπεστάλθαι συνεχῶς ὁμολογεῖ. »ἡμῖν« τοίνυν »εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα« κατὰ τὸν ἀπόστολον »καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα«, ὁ προὼν τοῦ θεοῦ μονογενὴς υἱός, καὶ τρίτος ὁ κατὰ σάρκα υἱὸς ἀνθρώπου, ὃν δι’ ἡμᾶς ἀνείληφεν ὁ υἱὸς τοῦ θεοῦ.

ἀλλ’ οὔτε ὃ ἀνείληφεν σῶμα ταὐτὸν ἦν τῷ ἀνειληφότι υἱῷ τοῦ θεοῦ, οὔτε αὐτὸς ὁ υἱὸς τοῦ θεοῦ εἷς καὶ ὁ αὐτὸς ἂν νομισθείη τῷ γεγεννηκότι. τριῶν δὴ τούτων ὑποκειμένων, οἱ δύο διδόντες τὸ τρίτον δ’ ἐκποδὼν ποιούμενοι τῆς ἐκκλησίας εἶεν ἂν ἀπόβλητοι.

τὴν μὲν δὴ σάρκα τοῦ σωτῆρος ἄθεοί τινες τῶν ἑτεροδόξων παραιτησάμενοι, δόξῃ δέ τινι φαντασίας ὦφθαι αὐτὸν ἐπὶ τῆς γῆς εἰρηκότες, πρῶτοι τοῦ τῆς ἀληθείας σκοποῦ διημαρτήκασιν. οἱ δὲ τὴν ἔνσαρκον οἰκονομίαν παραδεδεγιμένοι, τὸν δὲ προόντα τοῦ θεοῦ υἱὸν ἀρνησάμενοι, ποικίλας ὡς ἔφην ἑαυτοῖς ἀνοδίας ἐπενόησαν· οἱ μὲν ψιλὸν ἄνθρωπον τῆς κοινῆς ἁπάντων φύσεως κατ’ οὐδὲν κρείττονα ἢ ὅσον ἀρετῆς προτερήμασιν γεγονέναι αὐτὸν εἰρηκότες, οἱ δ’ αὐτὸν ἐνοικῆσαι τὸν τῶν ὅλων θεὸν τῷ σώματι δογματίσαντες υἱόν τε αὐτὸν ἑαυτοῦ χρηματίσαι φάντες δι’ ἣν ὑπέμεινεν κατὰ ἄνθρωπον οἰκονομίαν. δύο διδόντες οὗτοι, θεὸν καὶ ἄνθρωπον, τοῦ τρίτου σφὰς αὐτοὺς ἐστέρησαν, αὐτὸν τὸν σωτῆρα τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν ἀρνησάμενοι. |