De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
ἅτε μονογενῆ υἱὸν καὶ κληρονόμον ὄντα τοῦ πατρὸς καὶ πάντ’ ἔχοντα ὅσα καὶ ὁ πατήρ. διὸ ἐν μορφῇ θεοῦ λέλεκται καὶ εἰκὼν τοῦ θεοῦ κατὰ τὸν θεῖον ἀπόστολον φήσαντα »ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα θεῷ«, καὶ πάλιν »ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ«.
οὐκ ἄρα τὸ λογικὸν εἶναι τὸν θεὸν τοῦτο ἦν »τὸ μυστήριον τὸ ἀποκεκρυμμένον
61v
ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν« , οὐδὲ τοῦτο »νῦν ἐφανερώθη« τὸ φυσικαῖς ἐννοίαις πᾶσιν ἀνθρώποις ἐγνωσμένον· ἀλλὰ γὰρ ποῖον εἰ ἔροιτό τις, ἀποκρίνεται ὁ ἀπόστολος, »νυνὶ δὲ ἐφανερώθη« λέγων »τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστιν Χριστὸς ἐν ὑμῖν«.