De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
τοῦτο γοῦν καὶ ὁ θεῖος ἀπόστολος διδάσκει λέγων »κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν — νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστιν Χριστὸς ἐν ὑμῖν. ἡ ἐλπὶς τῆς δόξης«. ὁρᾷς ὅπως μυστήριον ἦν ἀποκεκρυμμένον πρότερον, νυνὶ δὲ φανερωθὲν ὁ υἱὸς τοῦ θεοῦ.
διόπερ οἱ μὲν τοῦ θεοῦ προφῆται τῷ προφητικῷ πνεύματι μυστικῶς αὐτὸν ἐθεολόγουν,
κατ’ ἐξαίρετον χάριν αὐτῇ δεδωρημένον, | ἐν αὐτῷ γάρ εἰσιν κατὰ τὸν ἀπόστολον »πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι«. ἀλλὰ γὰρ διὰ τοσούτων ὁ τοῦ θεοῦ λόγος, ὁ »ἐν ἀρχῇ πρὸς τὸν θεόν« . οὐ μόνον λόγος κεκλημένος, ὡς Μάρκελλος οἴεται, ἀπεδείχθη. ἀλλὰ καὶ υἱὸς καὶ μονογενὴς καὶ φῶς καὶ ἄρτος καὶ Ἰησοῦς καὶ Χριστὸς καὶ κύριος καὶ ἀρχιερεὺς καὶ ἀπαύγασμα καὶ χαρακτὴρ καὶ εἰκὼν καὶ πρωτότοκος πάσης κτίσεως καὶ πηγὴ ζωῆς καὶ ἀλήθεια καὶ ποταμὸς καὶ δικαιοσύνη καὶ ἥλιος δκαιοσύνης καὶ σοφία καὶ ξύλον ζωῆς καὶ κύριος καὶ θεὸς καὶ ἀγαπητὸς καὶ ἱερεὺς καὶ βραχίων καὶ δικαιοσύνη καὶ σωτήριον. καὶ πάντα ταῦτα ὢν καὶ προϋπάρχων τῆς σαρκὸς ὠνομάζετο, ὡς αἱ παρατεθεῖσαι γραφαὶ δεδηλώκασιν.
τίνι τοίνυν λόγῳ ταῦτα πάντα παρεὶς Μάρκελλος ἐπὶ μόνου τοῦ λόγου ἵσταται, οὐ διαβαίνων μὲν καὶ ἐπὶ τὰς λοιπὰς ἐπωνυμίας, μόνον δὲ λόγον αὐτὸν εἶναι φάσκων τοῦ θεοῦ
καὶ λόγον σημαντικόν, ποτὲ μὲν ἡσυχάζοντα ἐν τῷ θεῷ, ποτὲ δὲ ἐνεργείᾳ μόνῃ λαλοῦντα [λέγοντα] ἢ πράττοντα, ἢ διὰ τὸ Σαβελλιάζειν ἄντικρυς καὶ μὴ πιστεύειν εἰς τὸν υἱὸν τοῦ θεοῦ μηδὲ γνωρίζειν τὸ μυστήριον τὸ προϋπάρχον μὲν πάλαι, μόνῃ δὲ τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ διὰ τῆς αὐτοῦ φανερωθὲν χάριτος;εἰ δὲ λέγοι μυστήριον εἶναι ἀγνοούμενον τὸ λόγον ἔχειν ἐν ἑαυτῷ τὸν θεὸν καὶ χρῆσθαι λόγῳ (τοῦτο γὰρ αὐτῷ Μαρκέλλῳ δοκεῖ τοῦτον γράφοντι τὸν τρόπον
(Nr. 45) τί γὰρ ἕτερον ἦν ἀποκεκρυμμένον μυστήριον 〈ἢ τὸ〉 κατὰ τὸν λόγον; οὕτως δὲ ἦν ἀποκεκρυμμένον ἐν τῷ θεῷ τοῦτο πρότερον τὸ μυστήριον, ὥστε μηδένα τοῦ προτέρου λαοῦ σαφῶς τὰ κατὰ τὸν λόγον εἰδέναι) —εἰ δὴ οὖν τοῦτο λέγοι, μανθανέτω ὅτι καὶ πᾶς Ἰουδαίων τῶν τὸν Χριστὸν τοῦ θεοῦ μὴ ἐπεγνωκότων ὁμολογήσειεν ἂν τὸν λόγον ἔχειν τὸν θεὸν καὶ μὴ εἶναι ἄλογον.