De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
καὶ ἑξῆς ἐπιλέγει
(Nr. 42) οὐκοῦν πρὸ μὲν τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρωπίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν »ἐπ’ ἐσχάτων τῶν ἡμερῶν«, ὡς καὶ αὐτὸς ἔγραφεν, καὶ [τὸ] γεννηθὲν ἐκ τῆς ἁγίας παρθένου; οὐδὲν ἕτερον ἢ λόγος.καὶ πάλιν ἐπιφέρει
(Nr. 43 = 81) πρότερον γάρ, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἦν ἢ λόγος.
καὶ προστίθησιν αὖθις φάσκων
(Nr. 36) ὁ μὲν γὰρ λόγος »ἐν ἀρχῇ ἦν«, μηδὲν ἕτερον ὢν ἢ λόγος· ὁ δὲ τῷ λόγῳ ἑνωθεὶς ἄνθρωπος, οὐκ ὢν πρότερον, γέγονεν ἄνθρωπος. ὡς διδάσκει ἡμᾶς Ἰωάννης· »καὶ ὁ λόγος σὰρξ ἐγένετο« . διὰ τοῦτο τοίνυν τοῦ λόγου μνημονεύων φαίνεται μόνου.