De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ἑπομένως τῇ αὐτῷ δοθείσῃ ὑποθέσει τὸν αὐτὸν πατέρα εἶναι καὶ υἱὸν ἔφασκεν· Μάρκελλος δ’ ὁμοίως ἐκείνῳ ἓν καὶ ταὐτὸν εἶναι τὸν θεὸν καὶ τὸν ἐν αὐτῷ λόγον διδούς. μάτην ἐσφάλθαι τὸν Σαβέλλιον, οὐχὶ δὲ καὶ ἑαυτὸν ὁμολογεῖ.

ἢ γὰρ κἀκεῖνον ἀποδέχεσθαι χρῆν· ἢ καὶ αὐτὸν μέμφεσθαι καὶ μεμφόμενον ἐκεῖνον τὴν ὁμοίαν αὐτῷ κακοδοξίαν ἐκτρέπεσθαι, καὶ μὴ ἀνδριαντοποιοῦ δίκην ὑποτίθεσθαι τὸν θεὸν τῇ ἑαυτοῦ ἐνθυμήσει καὶ τῷ ἰδίῳ λογισμῷ προσδιαλεγόμενον αὐτόν τε ἑαυτῷ παρακελευόμενον λέγειν· ἄγε ποιήσωμεν, ἄγε πλάσωμεν ἀνδριάντα (οὕτω γὰρ καὶ τὸν θεὸν εἰρηκέναι τὸ »ποιήσωμεν ἄνθρωπον« ἔφη),

μηδὲ ποτὲ μὲν ἐνδιάθετον ὡς ἐπ’ ἀνθρώπῳ λόγον ποτὲ δὲ σημαντικὸν ὡς τὸν ἐν ἡμῖν προφορικὸν καὶ ἐν τῷ θεῷ ὑποτίθεσθαι. ταῦτα γὰρ Σαβελλίου ἢ Ἰουδαίων τινὸς τῶν τὸν υἱὸν τοῦ θεοῦ ἀπαρακαλύπτως ἀρνουμένων ἀνεκτὸν ἦν μᾶλλον ἢ Χριστιανοῦ λέγοντος ἀκούειν.

ὁ δ’ ὥσπερ ἐγκαλλωπιζόμενος τῇ Ἰουδαϊκῇ διδασκαλίᾳ τῇ ἐκκλησίᾳ 〈τοῦ〉 Χριστοῦ περὶ τοῦ μὴ εἶναι τὸν υἱὸν τοῦ θεοῦ τὸ δυσσεβὲς τουτὶ καὶ ἄθεον εἰσάγει δόγμα, πρὸ τοῦ τὸν κόσμον γενέσθαι μηδὲν ἕτερον εἶναι πλὴν θεοῦ μόνου δι’ ὅλου τοῦ πονηθέντος αὐτῷ συγγράμματος κατασκευάζων, ἵν’ ἀποκλείσῃ τῷ υἱῷ τὴν πάροδον. ἀλλὰ καὶ σεμνύνεται αὐχῶν ἕνα θεὸν εἰδέναι·

〈ὡς〉 οὐχὶ καὶ ἡμῶν τοῦτο λεγόντων. τὸν υἱὸν τοῦ θεοῦ ἀληθῶς υἱὸν εἶναι παραδεδεγμένων. παρ’ αὐτοῦ τε μεμαθηκότων ἕνα γνωρίζειν θεόν, αὐτόν τε εἶναι θεὸν ὁμοῦ καὶ πατέρα υἱοῦ τοῦ μονογενοῦς, [ἑαυ]τοῦ δηλαδὴ ὄντος ἀληθῶς υἱοῦ πρὸ πάντων αἰώνων ἐξ αὐτοῦ γεγεννημένου, καὶ οὐ μόνον λόγου κεκλημένου πρὸ τῆς ἀναλήψεως τῆς σαρκός, ὅπερ ὁ γενναῖος διορίζεται, ἀλλὰ καὶ μυρία ἕτερα· ὁ δὲ κἀν τούτῳ τῆς θείας γραφῆς καταψεύδεται, πρὸ τῆς ἐνσάρκου παρουσίας μηδὲν ἕτερον κεκλῆσθαι αὐτὸν ἀπισχυριζόμενος ἢ λόγον.