De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

εἰ δὴ ἀκούειν αὐτοῦ ἐγκελεύεται, βασιλικῷ νόμῳ πειθαρχοῦντες ἀκούσωμεν τοῦ ἀγαπητοῦ υἱοῦ. τί δὲ οὑτος περὶ ἑαυτοῦ βούλεται ἡμᾶς εἰδέναι, παραστήσει λέγων »οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν ἔχῃ

ζωὴν αἰώνιον«. πιστευτέον δῆτα αὐτῷ, ὡς ἂν τῆς αἰωνίου τύχοιμεν ζωῆς, »ὁ« γὰρ »πιστεύων« φησὶν »εἰς αὐτὸν ἔχει ζωὴν αἰώνιον«·

οὐχ ὁ γινώσκων ὅπως ἐκ τοῦ πατρὸς γεγέννηται, οὐ γὰρ ἄν τινι μετῆν ζωῆς αἰωνίου, εἰ δὴ τοῦτ’ εἴρηται ὅτι »μηδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, μηδὲ τὸν υἱόν τις ἔγνω εἰ μὴ« μόνος ὁ γεννήσας αὐτὸν »πατήρ« . ἀπαρκεῖ τοιγαροῦν ἡμῖν ἡ πίστις

52v
πρὸς σωτηρίαν, ἡ θεὸν πατέρα παντοκράτορα παρέχουσα γινώσκειν, καὶ τὸν μονογενῆ αὐτοῦ υἱὸν ἐπιγράφεσθαι σωτῆρα, ὃς δὴ πρὸς τοῖς ἄλλοις καὶ ταῦθ’ ὧδε παρεδίδου λέγων »τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν«. »πνεῦμα« δὲ »ὁ θεός«.

διὸ ἕπεται νοεῖν, ὡς καὶ τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ θεὸς ἂν εἴη. ὅσῳ δὲ τῆς γεώδους σαρκὸς ὁ ἐπέκεινα τῶν ὅλων θεὸς ἀπηλλοτρίωται καὶ ἀπεσχοίνισται τῇ φύσει, τοσούτῳ χρὴ νοεῖν καὶ τῆς τῶν σαρκῶν γενέσεως ἀπηλλοτριῶσθαι τὸν τρόπον, καθ’ ὃν ὁ πατὴρ ἐγέννα τὸν υἱόν. | οὐ γάρ τι προϊεμένος οὐδ’ ἀλλοιούμενος οὐδέ γε παθητικῶς κινούμενος οὐδ’ ὅλως τι τῶν ἡμῖν συνεγνωσμένων ὑπομένων, ὑφίστη αὐτόν.

οὐδὲ γὰρ σῶμα ἦν, ὡς ἀπόρροιαν ἢ μείωσιν ἢ ἔκτασιν ἢ μεταβολὴν ἢ τροπὴν ἢ ῥοὴν ἢ μέρος ἢ πάθος ἐπ’ αὐτῷ λογίσασθαι. τούτων δ’ ἐκτὸς ἁπάντων, ἄρρητον ἡμῖν καὶ ἀνεπιλόγιστον, μᾶλλον δὲ πάσῃ γενητῇ φύσει ἀνεξερεύνητον καὶ ἀνεξιχνίαστον τὴν γενεσιουργίαν ὑφίστη. γεννᾶ μὲν οὖν καὶ ἥλιος τὴν αὐγήν, λέγεται δὲ καὶ ὁ υἱὸς »ἀπαύγασμα φωτὸς ἀιδίου« καὶ »ἀπαύγασμα τῆς δόξης«, οὐ μὴν κατὰ τὴν αἰσθητὴν τοῦ φωτὸς εἰκόνα· ἐπέκεινα γὰρ παντὸς παραδείγματος ἀρρήτοις αὐτὸν καὶ ἀκαταλήπτοις λόγοις ὑφίστη, καὶ τοῦτον ἕνα καὶ μονογενῆ.

δυσσεβῶν δὲ καὶ ἀθέων ἀνδρῶν τῶν τὴν πολύθεον πλάνην νενοσηκότων ἀποπεφράχθω πᾶν στόμα, οἳ τοῦ μονογενοῦς υἱοῦ τὴν ἐξαίρετον καὶ ἰδιάζουσαν γέννησιν εἰς πλῆθος καταβαλόντες πατέρα »ἀνδρῶν τε θεῶν τε« ἀνειρήκασιν, ὁμοῦ μὲν ἄνδρας μίξαντες θεοῖς. ὁμοῦ δὲ τούτοις ὁμοφυᾶ καὶ τὸν αὐτὸν εἰσηγούμενοι πατέρα. ἀλλ’ οἵδε μὲν ἐνεργείᾳ δαιμονικῇ τὸ δυσσεβὲς τουτὶ καὶ ἄθεον προήκαντο ῥῆμα, τῷ θνητῷ καὶ παθητικῷ καὶ ἁμαρτητικῷ γένει τῶν ἀνθρώπων ὁμοφυεῖς καὶ ὁμοπαθεῖς θεοὺς καὶ τὸν τούτων κοινὸν ὑποθέμενοι πατέρα πάντως που τοῖς παισὶν παρωμοιωμένον· ὁ δ’ ἐκκλησιαστικὸς κῆρυξ ἑνὸς θεοῦ ἕνα μονογενῆ υἱὸν τοῖς πᾶσιν ἀνακηρύττει, ὃν ὑπὲρ τῆς τῶν γενητῶν ἁπάντων σωτηρίας τε καὶ προνοίας ὑφίστη.

ἐπειδὴ γὰρ ἡ τῶν γεγονότων φύσις, ἐν σώμασιν καὶ ἀσωμάτοις ἐμψύχοις τε καὶ ἀψύχοις λογικοῖς τε καὶ ἀλόγοις θνητοῖς τε καὶ ἀθανάτοις τὸ διάφορον κεκτημένη, τῷ ὑπὲρ πάντων καὶ ἐπὶ πάντων θεῷ πελάζειν καὶ τῶν | τῆς αὐτοῦ θεότητος μαρμαρυγῶν οὐχ οἵα τε ἦν μετέχειν δι’ ὑπερβολὴν τῆς ἀπὸ τοῦ κρείττονος ἐλλείψεως, μακρὰν δὲ καὶ πορρωτάτω φύσεως ἀσθενείᾳ διώλισθεν ἄν. εἰ μὴ θεοῦ σωτῆρος ἔτυχεν βοηθοῦ, εἰκότως ἡ πατρικὴ φιλανθρωπία τὸν αὐτοῦ μονογενῆ παῖδα ἐπὶ πᾶσιν καθίστη, καὶ διὰ πάντων χωροῦντα καὶ τοῖς πᾶσιν ἐπιστατοῦντα καὶ τὰς ἐξ αὐτοῦ χορηγίας ἐπάρδοντα.

πάντων γὰρ ἀθρόως τῶν τε κατ’ οὐρανὸν καὶ τῶν ἐπὶ γῆς ποιμένα καὶ σωτῆρα κηδεμόνα τε καὶ φύλακα καὶ ἰατρὸν καὶ κυβερνήτην μόνον αὐτὸν ὁ γεννήσας ἀνέδειξεν πατήρ, τῆς τῶν ὅλων συστάσεώς τε καὶ διοικήσεως μόνῳ τοὺς οἴακας ἐγχειρίσας, ὃ διδάσκει λέγων αὐτὸς »πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου« καὶ αὖθις »ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ«.

ὁ δ’ οἷα σοφὸς κυβερνήτης τὸν κλῆρον παρὰ τοῦ πατρὸς

53r
ὑποδεδεγμένος, ἐπιβὰς τοῦ σύμπαντος κόσμου ἄνω τε πρὸς τὸν αὐτοῦ πατέρα βλέπων, ἄγει καὶ φέρει πηδαλιουχῶν τὸ πᾶν, οὐδὲ τὸ σμικρότατον τῶν δεομένων τῆς ἐξ αὐτοῦ χορηγίας παρορῶν οὐδ’ ὑπερφρονῶν τῶν βραχυτάτων· διὸ δὴ τοῖς πᾶσιν ἐπιπάρεστιν, ἑκάστῳ νέμων τὰ πρόσφορα, τῇ τε τῶν ὅλων θεραπείᾳ δίκην ἰατροῦ τὰ ἁρμόδια πρὸς σωτηρίαν ἐπαρκῶν.

ὅθεν εἰκότως οὐδὲ τοῦ κατὰ ἄνθρωπον ὑπερεφρόνησεν βίου, ἀλλὰ καὶ πάλαι πρότερον τοῖς ἐξ αἰῶνος φιλοθέοις ἀνδράσιν τὴν ἐξ αὐτοῦ παρεῖχεν ἐπικουρίαν, ὧδε μὲν ‹ἐν› ἀνθρωπείῳ σχήματι τοῖς Ἑβραίων προπάτορσιν ἐπιφαινόμενος ὧδε δὲ τοῖς τούτων ἀπογόνοις ἁρμοδίους διαταττόμενος νόμους, ἤδη δὲ καὶ τοῖς μετέπειτα διὰ προφητῶν μελλούσης αὐτοῦ θεοφανείας ἅπασιν ἐκλάμψειν ἀνθρώποις ἐξεδίδου θεσπίσματα.

ὡς δὲ ὁ τούτων παρήλαυνε χρόνος, ἔργοις ἐπλήρου παλαιῶν χρησμῶν ἀποτελέσματα, καὶ δὴ παρῆν λοιπὸν ἀναμὶξ τῷ θνητῷ βίῳ συναγελαζόμενος, αὐτός τε ἦν ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς ὡς ἐν ἀγάλματι θείῳ, τῷ τοῦ σώματος ὀργάνῳ, τῷ τῶν ἀνθρώπων καθομιλῶν γένει διδασκαλίαις, θεραπείαις,

ἐνθέου σοφίας ἀπορρήτοις παιδεύμασιν. | ἤδη δὲ αὐτῶν μέχρι θανάτου πυλῶν ἤλαυνεν πατρικοῦ νεύματος ὑπερβαλλούσῃ φιλανθρωπίᾳ, ὡς ἂν καὶ τοὺς τῇδε τῆς ἑαυτοῦ καταξιώσειεν χάριτος, ἐπὶ τὴν παρ’ αὐτῷ ζωὴν ἀνελκύσας. οὕτω »θεὸς

ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ«· καὶ τὴν ἔνσαρκον ὑπέμεινεν οἰκονομίαν, προὼν μὲν αὐτῆς καὶ προϋπάρχων, θεότητι πατρικῆς δόξης τετιμημένος· οὐ μὴν »ἁρπαγμὸν« ἡγούμενος »τὸ εἶναι ἴσα θεῷ, ἑαυτὸν« δ’ οὖν κενώσας καὶ »μορφὴν δούλου λαβὼν ἐταπείνωσεν ἑαυτόν, ὑπήκοος« τῷ πατρὶ »γενόμενος μέχρι θανάτου«, ἵν’ »ὥσπερ« »ὁ θάνατος« »δι’ ἑνὸς ἁμαρτήσαντος« »ἀνθρώπου« παντὸς κατεκυρίευσεν γένους, οὕτως καὶ ἡ αἰώνιος ζωὴ διὰ »τῆς αὐτοῦ χάριτος« τῶν εἰς αὐτὸν ‹πιστευόντων› καὶ δι’ αὐτοῦ τῷ θεῷ καὶ πατρὶ αὐτοῦ γνωριζομένων βασιλεύσειεν.

εἰκότως δὴ ταῦτα κηρύττουσα ἡ ἐκκλησία, ὥσπερ τι κίβδηλον παραχαράξαντα νόμισμα τὴν ἄρνησιν τοῦ υἱοῦ τοῦ θεοῦ, τὸν Σα βέλλιον ἀπεδοκίμασεν, καίτοι θεὸν ἕνα εἰδέναι καὶ πλὴν αὐτοῦ μὴ εἶναι Μαρκέλλῳ παραπλησίως λέγοντα· καὶ αὐτοῦ δὲ τοῦ σωτῆρος ἡμῶν οἱ πρωτοκήρυκες Ἐβιωναίους ὠνόμαζον, Ἐβρακῇ φωνῇ πτωχοὺς τὴν δάνοιαν ἀποκαλοῦντες, τοὺς ἕνα μὲν θεὸν λέγοντας εἰδέναι καὶ τοῦ σωτῆρος τὸ σῶμα μὴ ἀρνουμένους, τὴν δὲ τοῦ υἱοῦ θεότητα μὴ εἰδότας.

καὶ τὸν Σαμοσατέα δέ, καίπερ Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ εἶναι διδάσκοντα, θεόν τε ἕνα τὸν ἐπὶ πάντων ὁμοίως ὁμολογοῦντα Μαρκέλλῳ, τῆς ἐκκλησίας τοῦ θεοῦ ἀλλότριον ἀπέφηναν οἱ ἐκκλησιαστικοὶ πατέρες, ὅτι μὴ καὶ υἱὸν θεοῦ καὶ θεὸν πρὸ τῆς ἐνσάρκου γενέσεως ὄντα τὸν Χριστὸν ὡμολόγει. ἀλλ’ οὗτος μὲν ὡς εἰς τὸν Χριστὸν ἀσεβῶν τῆς ἐκκλησίας αὐτοῦ μακρὰν ἠλαύνετο·

Σαβέλλιος δ’ ὡς | εἰς αὐτὸν πλημμελῶν τὸν πατέρα, ὃν υἱὸν λέγειν ἐτόλμα, τὴν ἴσην τοῖς ἀθέοις αἱρεσιώταις ὑπεῖχε τιμωρίαν. τὰ ἴσα δ’ αὐτῶ ὑπιδόμενος Μάρκελλος παθεῖν, καινοτέραν ἐξεῦρε τῇ πλάνῃ μηχανήν, θεὸν καὶ τὸν ἐν αὐτῷ λόγον ἕνα μὲν εἶναι ὁριζόμενος, δύο δ’ αὐτῷ πατρὸς καὶ υἱοῦ χαριζόμενος ἐπηγορίας. οὐ μὴν ἔλαθεν οὐδ’ ἐξέφυγεν, ὀψέ ποτε φωραθεὶς τοῖς αὐτὸς αὐτοῦ δικτύοις·

πλὴν καὶ πρὶν ἁλῶναι συνειδήσει πληττόμενος εἰς ἀποσκευὴν τῆς ὑπονοίας βλασφημεῖν ὥρμητο τὸν Σαβέλλιον.

ὅπως δὲ τὸν ἄνδρα διέβαλεν ὀνομαστὶ μνημονεύσας αὐτοῦ, ἐπάκουσον ταῦτα περὶ αὐτοῦ γράφοντος αὐταῖς συλλαβαῖς

(Nr. 38) Σαβέλλιος γὰρ καὶ αὐτὸς τῆς ὀρθῆς ὀλισθήσας πίστεως οὕτε τὸν θεὸν ἀκριβῶς ἔγνω οὕτε τὸν ἄγιον αὐτοῦ λόγον. ὁ γὰρ μὴ τὸν λόγον γνοὺς ἠγνόησεν καὶ τὸν πατέρα. »οὐδεὶς« γὰρ
»οἶδεν« φησὶν »τὸν πατέρα, εἰ μὴ ὁ υἱός«, τουτέστιν ὁ λόγος· ‹ὁ γὰρ λόγος› δι’ αὑτοῦ τὴν τοῦ πατρὸς παρέχει γνῶσιν. οὕτω γὰρ καὶ πρὸς τοὺς οἰομένους τηνικαῦτα τῶν Ἰουδαίων εἰδέναι τὸν θεόν, ἀθετοῦντας δ’ αὐτοῦ τὸν λόγον, δι’ οὑ μόνου γινώσκεται ὁ θεός ἔλεγεν »οὐδεὶς ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ« . ἐπειδὴ γὰρ ἀδύνατον ἦν ἑτέρως γνῶναι τὸν θεόν, διὰ τοῦ ἰδίου λόγου εἰδέναι αὐτὸν τοὺς ἀνθρώπους διδάσκει, ὥστε ἐσφάλη μὲν κἀκεῖνος μὴ τὸν πατέρα καὶ τὸν τούτου λόγον ἀκριβῶς γνούς.

ταῦτα Μάρκελλος ἔγραφεν, τῆς τοῦ Σαβελλίζειν ὑπονοίας καθαίρων ἑαυτὸν μέχρι φωνῆς καὶ λόγου· τῇ γε μὴν γνώμῃ καὶ τῇ πρὸς τὸν ἄνδρα ὁμοφροσύνῃ ἁλίσκεται τοῖς αὐτοῖς ἐκείνῳ περιπειρόμενος βέλεσιν, ὡς ἔμοιγε ***** καὶ δι’ εὐχῆς ὑπῆρξεν ἂν τὸ μὴ τοῖς αὐτοῖς αὐτὸν περιπεσεῖν· νυνὶ δὲ κάκιον ἢ ἐκεῖνος πλημμελῶν φαίνεται. ὁ μὲν γὰρ τάχα που σφαλλόμενος ἠγνόει· | ὁ δ’ ὁμολογῶν ἐσφάλθαι τὸν ἄνδρα, κἄπειτα αὑτὸν ὠθῶν ἐπὶ τὸν προφανῆ τῆς αὐτῆς δυσσεβείας κρημνόν, οὐδεμιᾶς γένοιτ’ ἂν συγγνώμης ἄξιος. ἀλλὰ γὰρ διασκεψώμεθα τὰ λελεγμένα.

πρῶτον μὲν οὖν ‹ὅτι› μήτε τὸν Σαβέλλιον μήτε Ἰουδαίους ἐγνωκέναι τὸν θεὸν ἔφη τῷ μὴ τὸν λόγον ἐγνωκέναι αὐτούς, σκέψασθαι χρὴ ὁποῖον ὑποτίθεται λόγον· εἰ μὲν γὰρ τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ὑφεστῶτα καὶ ζῶντα, ἀλλ’ οὐδ’ αὐτὸς τοῦτον ἔγνω. αὐτίκα δ’ οὖν τοῦ σωτῆρος ἡμῶν διαφόρως μνημονεύσαντος τοῦ υἱοῦ καὶ πολλάκις μονογενῆ υἱὸν ἀνειπόντος καὶ μηδεπώποτε λόγον ἑαυτὸν ἀποκαλέσαντος, διὰ πάντων δὲ τῶν εὐαγγελίων υἱὸν θεοῦ εἶναι διδάξαντος (ἐφ’ ᾧ καὶ μακαρίζει τὸν Πέτρον εἰρηκότα »σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος«, καὶ τὴν γνῶσιν αὐτῷ ‹δι’› ἀποκαλύψεως τοῦ πατρὸς γεγονέναι μαρτυρεῖ φήσας »μακάριος εἶ, Σίμων βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ’ ὁ πατήρ μου ὁ οὐράνιος«), ὁ θαυμαστὸς οὗτος ὥσπερ βεβυσμένος τὰ ὦτα ταῦτα κατὰ λέξιν γράφει

(Nr. 34) καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ ἑαυτὸν ὀνομάζει. ἀλλὰ πανταχοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει, ἵνα διὰ τῆς τοιαύτης ὁμολογίας θέσει τὸν ἄνθρωπον διὰ τῆς πρὸς αὐτὸν κοινωνίας υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ.

ὁρᾷς ὅπως υἱὸν μὲν αὐτὸν τοῦ θεοῦ ὁμολογεῖν οὐ τολμᾷ, ὡς ἂν μὴ ἐκπέσοι τοῦ Σαβελλίου δόγματος·

54r
υἱὸν δὲ ἀνθρώπου καλεῖ, δι’ ἣν ἀνείληφεν σάρκα. καὶ λόγον δὲ δι’ ὅλου τοῦ οἰκείου συγγράμματος ὀνομάζει συνεχῶς ἐπισημαινόμενος, ὡς οὐδὲν ἕτερον ἦν ἢ λόγος.

καὶ ἐν οἷς δ’ οὖν τὸν Σαβέλλιον καταμέμφεται, παρατίθεται μὲν τὰς τοῦ σωτῆρος φωνάς, δι’ ὧν ἔφη »οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ«,