Contra Marcellum

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

Β’.

αʹ ὅπως Μάρκελλος μήτε εἶναι μήτε προϋπάρχειν τὸν υἱὸν τοῦ θεοῦ πρὸ τῆς ἐκ παρθένου γεννήσεως ἐδόξαζεν.

βʹ ὅπως Μάρκελλος ἐφρόνει περὶ τοῦ ἐν τῷ θεῶ λόγου.

γʹ ὅπως ἐφρόνει Μάρκελλος περὶ τῆς σαρκὸς ἧς ἀνείληφεν ὁ λόγος.

δ΄ ὁποῖον Μάρκελλος ἐπάγει τέλος τῇ τοῦ Χριστοῦ βασιλείᾳ καὶ τῇ σαρκὶ ᾗ ἀνείληφεν.

Τὴν τοῦ Γαλάτου πίστιν ἢ καὶ μᾶλλον τὴν ἀπιστίαν τὴν εἰς τὸν υἱὸν τοῦ θεοῦ. καιρὸς ἤδη καλεῖ μετὰ τὴν ἔκθεσιν τῶν ὑπ’ αὐτοῦ διαβληθέντων εἰς φῶς ἀγαγεῖν, καὶ | τὴν χρόνοις μακροῖς ἐνδομυχήσασαν τῷ ἀνδρὶ κακοδοξίαν βραχὺ περιελθόντας τοῦ τῆς ἐπιστολῆς προσχήματος ἀπογυμνῶσαι. δεῖξαί τε τοῖς πᾶσιν διὰ τῆς τῶν αὐτοῦ φωνῶν μαρτυρίας οἷός τις ὢν τῆς Χριστοῦ καθηγεῖτο

40r
ἐκκλησίας ἄνθρωπος μήτε εἶναι μήτε προϋφεστάναι μήτε ὅλως πώποτε υἱὸν ὑπάρξαι τῷ θεῷ πρὸ τοῦ τεχθῆναι διὰ τῆς παρθένου δοξάζων, αὐτὸ δὲ μόνον εἶναι λόγον φάσκων, συμφυᾶ τῷ θεῷ, ἀιδίως αὐτῷ συνόντα καὶ ἡνωμένον, οἷος ἂν εἴη καὶ ὁ ἐν ἀνθρώπῳ λόγος.

τούτῳ γὰρ αὐτὸς χρῆται τῷ παραδείγματι, λόγον εἶναι φήσας ἔνδον ἐν αὐτῷ τῷ θεῷ, ποτὲ μὲν ἡσυχάζοντα, ποτὲ δὲ σημαντικῶς ἐνεργοῦντα,

μόνῃ τε ἐνεργείᾳ προϊόντα τοῦ πατρός, ὡς ἂν καὶ ἡμεῖς τι προστάττοντες ἐν τῷ λέγειν τι καὶ λαλεῖν ἐνεργήσαιμεν. ὅτι δ’ οὐκ ἄν τις οὕτω γε εἴποι υἱὸν εἶναι τὸν σημαντικὸν καὶ ἐνεργητικὸν λόγον παντί τῳ δῆλον. ὁ δὲ τοῦτο δοὺς ἐπὶ τοῦ θεοῦ, οὐκ οἶδ’ ὅπως τὸν μὴ ὑφεστῶτα λόγον τὴν σάρκα ἀνειληφέναι καὶ ἐνεργῆσαι ἐν αὐτῇ φησιν

καὶ τότε Χριστὸν γενέσθαι καὶ Ἰησοῦν καὶ βασιλέα καὶ εἰκόνα τοῦ θεοῦ καὶ ἀγαπητὸν καὶ υἱὸν δεδοξασμένον, καὶ δὴ καὶ πρωτότοκον πάσης κτίσεως, μὴ ὄντα πρότερον, τότε γενέσθαι καίπερ οὐχ ὑφεστῶτα· τὸ δὲ παράδοξον τοῦ λόγου, ἄρξασθαί γε ἀπὸ τετρακοσίων οὐδὲ ὅλων ἐτῶν τούτων ἁπάντων καὶ πάλιν τούτων ἀθρόως παυθήσεσθαι μετὰ τὸν τῆς κρίσεως καιρόν, τοῦ μὲν λόγου ἑνουμένου τῷ θεῷ, ὡς μηδὲν ἕτερον εἶναι πλὴν τοῦ θεοῦ, τῆς δὲ σαρκὸς ἧς ἀνείληφεν ἐρήμου καταλειφθησομένης ὑπὸ τοῦ λόγου, ὡς μήτε τὸν υἱὸν τοῦ θεοῦ τότε ὑφεστάναι, μήτε τὸν υἱὸν τοῦ ἀνθρώπου ὃν ἀνείληφεν.

15 καὶ δὴ εἰς τοῦτο τέλους καταστρέφει, ὥσπερ κεκωφωμένος καὶ μήτε τοῦ ἀγγέλου Γαβριὴλ ἀκούων, εὐαγγελιζομένου τὴν θεοτόκον σαφῶς τε καὶ διαρρήδην περὶ τοῦ ἐξ αὐτῆς τεχθησομένου καὶ »ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα« προελευσομένου φάσκοντος »ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος«, μήτε Δανιὴλ τοῦ μεγάλου προφήτου τὰς φωνὰς συνιείς, αὐτὰ ταῦτα ἐπισφραγιζομένου δι’ ὧν ἐν θείῳ πνεύματι προεφώνει λέγων »καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ παλαιοῦ τῶν | ἡμερῶν ἔφθασεν· καὶ ἔμπροσθεν αὐτοῦ προσηνέχθη.

καὶ αὐτῷ ἐδόθη ‹ἡ› ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσιν· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται«. ἀλλ’ οὐδὲ Ἡσαΐας αὐτὸν ἔπεισεν, περὶ τῆς ἀτελευτήτου βασιλείας τοῦ υἱοῦ τοῦ ἀνθρώπου ὧδε καὶ αὐτὸς θεσπίζων »ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν,