Contra Marcellum
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
καὶ ἔτι μᾶλλον ἐπεξεργαζόμενος τὸν αὐτὸν λόγον οὕτως γράφει
(Nr. 102) ἔφαμεν ἐν τοῖς προάγουσιν ἡμῶν ῥητοῖς τὸν δεσπότην ἡμῶν τὸν Χριστὸν ἀρχὴν ἐσχηκέναι βασιλείας, ἐκ τῶν θείων γραφῶν ἀποδείξεσιν χρώμενοι. ἔστιν μὲν μία ἡ λέγουσα »ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ« ,
ἑτέρα δέ »ὁ κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί« , καὶ αὖθις »ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ« . καὶ ὅλως μυρίων ῥητῶν πρὸς μαρτυρίαν ἔστιν εὐπορήσαντα δεῖξαι,46vὅτι ἀρχὴν βασιλείας εἴληφεν ὁ ἄνθρωπος διὰ τοῦ λόγου. εἰ οὖν εἴληφεν ἀρχὴν βασιλείας πρὸ ἐτῶν ὅλων οὐ πλειόνων 〈ἢ〉 τετρακοσίων, οὐδὲν παράδοξον, εἰ τὸν πρὸ οὕτως ὀλίγου χρόνου τῆς βασιλείας ταύτης τυχόντα ὁ ἀπόστολός φησιν παραδώσειν τὴν βασιλείαν, δηλονότι τῷ θεῷ τῷ καταστήσαντι αὐτόν, ὡς ἡ γραφή φησιν, βασιλέα.
καὶ μεθ’ ἕτερα οὕτω γράφει |
(Nr. 103) οὐκοῦν ἐνεργείᾳ μόνῃ διὰ τὴν τῆς σαρκὸς πρόφασιν ἄχρι τοσούτου κεχωρίσθαι τοῦ πατρὸς φαίνεται, ἄχρι οὗ ἂν ὁ προσιὼν τῆς κρίσεως ἀναφανῇ καιρός, ἵνα τῶν τηνικαῦτα ἐκκεντησάντων κατὰ τὴν προφητείαν ἑωρακότων τὸν ἐκκεντηθέντα, οὕτω καὶ τὸ λειπόμενον ἀκολούθως γένηται.
πάντων γὰρ ἐν τῷ καιρῷ τοῦ τέλους ὑποτάσσεσθαι μελλόντων τῷ Χριστῷ, ὡς ὁ ἀπόστολος ἔφη, τηνικαῦτα »αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα« . τί τοίνυν μανθάνομεν περὶ τῆς ἀνθρωπίνης σαρκός, ἣν δι’ ἡμᾶς ἀνείληφεν ὁ λόγος πρὸ τετρακοσίων οὐχ ὅλων ἐτῶν; 〈πότερόν〉 ποτε ταύτην καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὁ λόγος ἕξει, ἢ ἄχρι μόνου τοῦ τῆς κρίσεως καιροῦ; ἀνάγκη γὰρ τὸ ὑπὸ τοῦ προφήτου λεχθὲν ἔργῳ βεβαιωθῆναι. »ὄψονται γὰρ« φησὶν »εἰς ὃν ἐξεκέντησαν« · ἐξεκέντησαν δὲ δηλονότι τὴν σάρκα.
καὶ προστίθησιν μεθ’ ἕτερα λέγων
(Nr. 104) ὅτι γὰρ οὐχ ἵν’ ὁ λόγος ὠφεληθῇ τὴν ἡμετέραν ἀνείληφεν σάρκα, ἀλλ’ ἵνα ἡ σὰρξ διὰ τὴν πρὸς τὸν λόγον κοινωνίαν ἀθανασίας τύχῃ, δῆλόν ἐστιν καὶ ἀπ’ αὐτῆς τῆς τοῦ σωτῆρος ἀποφάσεως. περὶ γὰρ τῆς σαρκός, ἣν ἔχων ὡμίλει τοῖς μαθηταῖς, οὕτω λέγει »τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀπιόντα ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμα ζωοποιεῖ, ἡ σὰρξ οὐδὲν ὠφελεῖ« . εἰ οὖν ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν αὐτόν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὡς αὐτῷ λυσιτελοῦσαν συνεῖναι τῷ λόγῳ;
διὰ τοῦτο γάρ μοι δοκεῖ καὶ ὁ παντοκράτωρ δεσπότης πρὸς αὐτὸν λέγειν »κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῷ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου« . ἐνεργείᾳ μόνῃ διὰ τὴν ἀνθρωπίνην σάρκα χωρίζειν αὐτὸν δοκῶν καὶ ὥσπερ ῥητόν τινα χρόνον ὁρίζων αὐτῷ τῆς ἐν δεξιᾷ καθέδρας οὕτω φησὶν πρὸς αὐτὸν »ἕως ἂν θῷ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου« .
τοῦτο δὲ τὸ προφητικὸν τοῦ Δαυὶδ ῥητὸν σαφέστερον ἡμῖν ἑρμηνεύων ὁ ἱερὸς ἀπόστολος οὕτω πως ἔφη »δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἕως ἂν θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ« . οὐκοῦν ὅρον τινα ἔχειν δοκεῖ ἡ κατὰ ἄνθρωπον αὐτοῦ οἰκονομία τε καὶ βασιλεία. οὐδὲν γὰρ ἕτερον βούλεται ἢ τοῦτο τὸ ὑπὸ τοῦ ἀποστόλου ῥηθὲν »ἕως ἂν θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑποπόδιον τῶν ποδῶν, αὐτοῦ« .
οὐκοῦν ἐπειδὰν τοὺς ἐχθροὺς σχῇ ὑποπόδιον τῶν ποδῶν οὐκέτι χρῄζει τῆς ἐν μέρει ταύτης βασιλείας, πάντων καθόλου βασιλεὺς ὑπάρχων· | συμβασιλεύει γὰρ »τῷ θεῷ καὶ πατρί« , οὗ ὁ λόγος ἦν τε καὶ ἐστίν.
οὐδὲ γὰρ αὐτὸς καθ’ ἑαυτὸν ὁ λόγος ἀρχὴν βασιλείας εἴληφεν, ἀλλ’ ὁ ἀπατηθεὶς ὑπὸ τοῦ διαβόλου ἄνθρωπος διὰ τῆς τοῦ λόγου δυνάμεως βασιλεὺς γέγονεν, ἵνα βασιλεὺς γενόμενος τὸν πρότερον ἀπατήσαντα νικήσῃ διάβολον. διὰ τοῦτο καὶ αἱ Πράξεις τῶν ἀποστόλων περὶ τοῦ ἀνθρώπου τούτου, ὃν ἀνείληφεν ὁ τοῦ θεοῦ λόγος καὶ ἀνειληφὼς ἐν δεξιᾷ τοῦ πατρὸς καθέζεται, οὕτως διδάσκουσιν λέγουσαι »ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως« . καὶ αὗται ὥσπερ ὅρον τινὰ καὶ προθεσμίαν47rὁρίζουσαι ἐν ᾧπερ προσήκει τὴν κατὰ ἄνθρωπον οἰκονομίαν ἡνῶσθαι τῷ λόγῳ οὕτω λέγουσιν.
τί γὰρ ἕτερον βούλεται τὸ »ἄχρι χρόνων ἀποκαταστάσεως« , ἢ αἰῶνα μέλλοντα ἡμῖν σημαίνειν, ἐν ᾧ δεῖ πάντα τῆς τελείας τυχεῖν ἀποκαταστάσεως; εἰ τοίνυν ἐν τῷ καιρῷ τῆς ἀποκαταστάσεως ἀπάντων καὶ αὐτὴν τὴν κτίσιν ἐκ τῆς δουλείας εἰς τὴν ἐλευθερίαν μεταβληθήσεσθαι ὁ Παῦλος ἔφη (λέγει γὰρ »ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ),
πῶς ἔτι τὴν τοῦ δούλου μορφήν, ἣν ἀνείληφεν ὁ λόγος, μορφὴν οὖσαν δούλου, συνεῖναι τῷ λόγῳ δυνατὸν γένοιτ’ ἄν; σαφῶς δ’ οὖν καὶ διαρρήδην ἐν βραχεῖ τινι χρόνῳ τῶν τε παρεληλυθότων καὶ τῶν μελλόντων αἰώνων τὴν κατὰ σάρκα οἰκονομίαν τοῦ λόγου δι’ ἡμᾶς γεγενῆσθαι συμβέβηκεν. καὶ ταύτην ὥσπερ ἀρχὴν οὕτως καὶ τέλος ἕξειν ὁ θεσπέσιος εἴρηκεν Παῦλος, οὕτω πως εἰπὼν »εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί« .
τούτοις μεθ’ ἕτερα ἐπιλέγει
(Nr. 106) οὐκοῦν οὐ δι’ ἑαυτόν, ἀλλὰ δι’ ἡμᾶς τὴν ἀνθρωπίνην ἀνείληφεν σάρκα. εἰ δὲ δι’ ἡμᾶς ἀνειληφὼς φαίνεται, πάντα δὲ τὰ καθ’ ἡμᾶς τῇ αὐτοῦ προνοίᾳ καὶ ἐνεργείᾳ ἐν τῷ καιρῷ τῆς κρίσεως τέλους τεύξεται, οὐκέτι οὐδὲ ταύτης τῆς ἐν μέρει βασιλείας ἔσται χρεία.ταῦτα Μάρκελλος εἰπών, εἶτα συναισθόμενος ἑαυτοῦ εἰς ἄτοπον ἐκπεπτωκότος, προστίθησιν τοῖς εἰρημένοις ταῦτα
(Nr. 107) εἰ δέ τις λέγοι, διὰ τοῦτο τὴν ἀνθρωπίνην σάρκα ἀξίαν εἶναι τοῦ λόγου, ὅτι διὰ τῆς ἀναστάσεως ἀθάνατον αὐτὴν ἀπειργάσατο, γνώτω ὅτι οὐ πᾶν, ὅπερ ἀθάνατον, τοῦτο ἄξιον θεοῦ.
μείζων γὰρ καὶ αὐτῆς τῆς ἀθανασίας ὁ θεός, ὁ τῇ ἑαυτοῦ βουλήσει καὶ τὰ μὴ ὄντα ἀθάνατα ποιεῖν δυνάμενος. ὅτι δὲ οὐ πᾶν τὸ ἀθάνατον ἡνῶσθαι θεῷ ἄξιον δῆλόν ἐστι καὶ ἀπὸ τοῦ ἀρχὰς καὶ ἐξουσίας καὶ ἀγγέλους | ἀθανάτους ὄντας μηδὲν διαφέρειν τῇ ἑνότητι τοῦ θεοῦ.
ταῦτ’ εἰπὼν καὶ ὥσπερ εἰς βυθὸν ἀτοπίας ἑαυτὸν ἐκπεπτωκότα συναισθόμενος ἀνακαλεῖσθαι πειρᾶται, τρόπον τινὰ ἐξομολογούμενος ὅτι μηδὲν ἠπίστατο ὧν ἔλεγεν· διὸ ἐπάγει λέγων
(Nr. 108) εἰ δέ τις περὶ τῆς σαρκὸς ταύτης τῆς ἐν τῷ λόγῳ ἀθανάτου γεγονυίας πυνθάνοιτο, τί φαμεν πρὸς αὐτόν; ὅτι δογματίζειν μὲν ἡμεῖς περὶ ὧν μὴ ἀκριβῶς παρὰ τῶν θείων μεμαθήκαμεν γραφῶν οὐκ ἀσφαλὲς εἶναι νομίζομεν.
πῶς γὰρ τοῦτο πράττειν δυνατὸν τοῖς καὶ τὰ ἑτέρων ἀνατρέπουσιν δόγματα;
ἀλλ’ ἐροῦμεν πρὸς τοὺς τὸν ἀκριβῆ περὶ τούτου μαθεῖν παρ’ ἡμῶν βουλομένους λόγον, ὅτι πειθόμενοι τῷ ἱερῷ ἀποστόλῳ ἴσμεν ὅτι οὕτως ἡμᾶς ὁρᾶν τὰ ἀποκεκρυμμένα μυστήρια προσήκει, ὡς αὐτὸς ἔφη »βλέπομεν γὰρ ἄρτι« φησὶν » δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκομεν ἐκ μέρους, τότε δὲ ἐπιγνωσόμεθα καθὼς καὶ ἐπεγνώσθημεν« . ὥστε μή μου πυνθάνου περὶ ὧν σαφῶς παρὰ τῆς θείας γραφῆς μὴ μεμάθηκα.
διὰ τοῦτο τοίνυν οὐδὲ περὶ τῆς θείας ἐκείνης τῆς τῷ θείῳ λόγῳ κοινωνησάσης σαρκὸς σαφῶς εἰπεῖν δυνήσομαι. νυνὶ δὲ πιστεύω ταῖς θείαις γραφαῖς, ὅτι εἷς θεός, καὶ ὁ τούτου λόγος προῆλθεν μὲν τοῦ πατρός, ἵνα »πάντα δι’ αὐτοῦ« γένηται· μετὰ δὲ τὸν καιρὸν τῆς κρίσεως καὶ τὴν τῶν ἁπάντων διόρθωσιν καὶ τὸν ἀφανισμὸν τῆς ἀντικειμένης ἀπάσης ἐνεργείας »τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα« »θεῷ καὶ πατρί« , ἵνα οὕτως ᾖ ἐν θεῷ ὁ λόγος, ὥσπερ καὶ πρότερον ἦν.
τοιοῦτο τέλος ἐπήγαγεν τῇ σαρκὶ τοῦ σωτῆρος ἡμῶν ὁ θαυμαστὸς οὗτος συγγραφεύς,
εἶθ’ ὁ σαφῶς οὕτως τὸ σῶμα τὸ σωτήριον ἔρημον τοῦ λόγου γενήσεσθαι μετὰ τὸν τῆς κρίσεως καιρὸν ἀποφηνάμενος εὐλάβειαν προσποιεῖται καὶ μὴ εἰδέναι φησὶν ἀποκρίνεσθαι, εἴ τις αὐτὸν ἔροιτο περὶ τῆς σαρκός, φῆσαι δ’ ἂν πρὸς τὸν ἐρωτῶντα· μή μου πυνθάνου περὶ ὧν μὴ μεμάθηκα.
ἀλλὰ καὶ ὁ τυχὼν εἶπεν ἂν πρὸς αὐτόν, τί δὴ οὖν σαυτὸν σκώπτεις, ἄνθρωπε; τί δὲ κατὰ κρημνῶν ὠθεῖς, περὶ ὧν μὴ μεμάθηκας ὁριζόμενος ἐγγράφως; τί δὲ μὴ φυλάττεις ἃ παρὰ τῶν ἐκκλησιαστικῶν πατέρων τε καὶ διδασκάλων παρείληφας, | νεωτερίζεις δ’ ἄντικρυς νέαν καὶ ξενίζουσαν εἰσάγων τῷ βίῳ διαστροφήν, ἀρχήν τε πρόσκαιρον καὶ νεωτέραν τῇ βασιλείᾳ τοῦ Χριστοῦ διδοὺς καὶ ταύτης τέλος ὑφιστάμενος, καὶ τὸν μὲν ἀληθῶς μονογενῆ τοῦ θεοῦ υἱὸν ἀρνούμενος λόγον δὲ ψιλὸν ἀνούσιον καὶ ἀνυπόστατον ὑποτιθέμενος, ὃν οὐδ’ ἕτερον ἢ ἓν καὶ ταὐτὸν τῷ θεῷ εἶναι φῄς, ὃ δὴ καὶ πᾶς εἴποι ἂν ἀρνούμενος τὸν υἱὸν τοῦ θεοῦ, εἰκότως;