Contra Marcellum

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

καὶ αὖθις περὶ τῆς αὐτῆς σαρκὸς ἐπιλέγει

(Nr. 104) πῶς ἔτι τὴν τοῦ δούλου μορφήν. ἣν ἀνείληφεν ὁ λόγος, μορφὴν οὖσαν δούλου. συνεῖναι τῷ λόγῳ [διὸ] δυνατὸν γένοιτ’ ἄν;
ἀλλ’ ὁ τοιαῦτα περὶ τῆς σαρκὸς εἰπὼν νῦν »εἰκόνα τοῦ θεοὺ« αὐτὴν λέγει, καὶ »πρωτότοκον πάσης κτίσεως« . αὐτήν τε οὖσαν πρὸ πάντων »καὶ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, θρόνους, κυριότητας, ἀρχάς, ἐξουσίας, ἐν αὐτῇ ἐκτίσθαι« .

γράφει δὲ οὕτως

(Nr. 4) οὐκοῦν εἰ »πρωτότοκος« μέν ἐστιν »ἁπάσης κτίσεως« αὐτός, »ἐν αὐτῷ« δὲ ἐκτίσθη τὰ πάντα« , προσήκει εἰδέναι ἡμᾶς, ὅτι περὶ τῆς κατὰ σάρκα οἰκονομίας αὐτοῦ ὁ ἀπόστολος νυνὶ μέμνηται.
καὶ ἐπιβεβαιοῖ τὸν λόγον ἐπιφέρων ἑξῆς
(Nr. 5) »πρωτότοκος« οὖν »ἁπάσης κτίσεως« διὰ τὴν κατὰ σάρκα γένεσιν ὠνομάσθη, οὐ διὰ τὴν πρώτην, ὡς αὐτοὶ οἴονται, κτίσιν.

καὶ ἐπιλέγει

(Nr. 6) οὐ τοίνυν οὗτος ὁ ἁγιώτατος λόγος πρὸ τῆς ἐνανθρωπήσεως »πρωτότοκος ἁπάσης κτίσεως« ὠνόμαστο (πῶς γὰρ δυνατὸν τὸν ἀεὶ ὄντα πρωτότοκον εἶναί τινος;), ἀλλὰ τὸν πρῶτον »καινὸν ἄνθρωπον« , εἰς ὃν »τὰ πάντα ἀνακεφαλαιώσασθαι« ἐβουλήθη ὁ θεός, τοῦτον αἱ θεῖαι γραφαὶ »πρωτότοκον πάσης« ὀνομάζουσιν κτίσεως« .
καὶ αὖθις ἐπιφέρει
(Nr. 7) ἀκούεις ὅπως οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ προϋπάρχοντα »ἔν τε οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς ἐν αὐτῷ« κατὰ τὴν καινὴν κτίσιν »ἐκτίσθαι« συμβαίνει.

ταῦτα μὲν οὖν δι’ ὧν πρωτότοκον πάσης κτίσεως διὰ τὴν σάρκα αὐτὸν ὠνομάσθαι εἴρηκεν· θέα δὲ ὅπως καὶ τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« πάλιν ἐπὶ τὴν σάρκα ἀναφέρει, μὴ προσέχων τῇ θείᾳ γραφῇ ἐκ προσώπου τῆς σοφίας ἐν ταῖς Παροιμίαις τοῦτον λεγούσῃ τὸν τρόπον

44v
»ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην· δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται
γράφουσιν δικαιοσύνην«.