Contra Marcellum
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
οὔτ’
αὐτοὶ Ἰουδαῖοι, παρ’ οἷς ὁ προσδοκώμενος εἰσέτι νῦν Χριστός, ὃν Ἠλειμμένον καλεῖν εἰώθασιν, ἀγήρω τὴν βασιλείαν καὶ 〈ἀ〉θάνατον ἕξειν ἐλπίζεται. ἀλλὰ καὶ τούτων γέγονε χείρων ὁ καὶ εἰς τὴν ἀρχὴν ὁμοῦ καὶ εἰς τὸ τέλος τοῦ υἱοῦ τοῦ θεοῦ ἀσεβῆσαι τολμήσας ὃν οὐδ’ αὐτὸς ὁ θεῖος ἀπόστολος κατεδυσώπησεν μὴ τοιαῦτα ἀσεβεῖν, ἄντικρυς λέγων »πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν«, καὶ κληρονόμους μὲν ἡμᾶς ἔσεσθαι τοῦ θεοῦ, οὐ μὴν δίχα Χριστοῦ, »κληρονόμοι« γάρ φησιν»θεοῦ, συγκληρονόμοι δὲ τοῦ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν«. καὶ πάλιν »εἰ δὲ ἀπεθάνομεν« φησὶν »σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ, εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύσει«,
καὶ αὖθις »τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν«. οὐκοῦν ἡ αἰώνιος ζωὴ οὐκ ἄλλως ἡμῖν πορισθήσεται ἢ »ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν«· καὶ ἡ ἐλπὶς ἡμῶν οὐχ ἁπλῶς ζῆσαι, ἀλλὰ σὺν αὐτῷ δοξασθῆναι καὶ σὺν αὐτῷ κληρονομῆσαι καὶ σὺν αὐτῷ βασιλεῦσαι· πάντα γὰρ ἡμῖν ἐκ τῆς αὐτοῦ κοινωνίας ὑπάρξει.
ὃ διδάσκει ὁ αὐτὸς φήσας »πιστὸς ὁ θεός, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν«. τίς δ’ ἡ κοινωνία, παρίστησιν »καὶ συνήγειρεν« λέγων »καὶ συνεκάθισεν
ὁ δ’ αὐτὸς καὶ ταῦτα περὶ τοῦ σωτῆρος ἐδίδασκεν φάσκων »ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσιόντας δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν«. |
οὐ μὴν ἀλλὰ καὶ τὸν Μελχισεδὲκ »εἰς τὸ διηνεκὲς« ἱερέα μένειν ἔλεγεν διὰ τὸ ἀφωμοιωμένον εἶναι »τῷ υἱῷ τοῦ θεοὺ«. ἀλλ’ ὅτι μὲν τούτοις ἅπασιν Μάρκελλος τἀναντία γράφειν ἐτόλμα μικρὸν ὕστερον παρατεθήσεται, νυνὶ δὲ ὅπως ἐφρόνει περὶ τοῦ μηδὲ τὴν ἀρχὴν εἶναι μηδ’ ὑφεστάναι τὸν τοῦ θεοῦ υἱὸν θεασώμεθα πρότερον.