Contra Marcellum
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
πῶς γὰρ ὁ κύριος γεννηθεὶς καὶ [ὁ] θεός, ὡς αὐτὸς προλαβὼν ἔφη, δύναται εἰκὼν θεοῦ εἶναι; ἕτερον γὰρ εἰκὼν θεοῦ, καὶ ἕτερον θεός. ὥστε εἰ μὲν εἰκών, οὐ κύριος οὐδὲ θεός, ἀλλ’ εἰκὼν κυρίου καὶ θεοῦ· εἰ δὲ κύριος ὄντως καὶ θεός, οὐκέτι ὁ κύριος καὶ [ὁ] θεὸς εἰκὼν κυρίου καὶ θεοῦ εἶναι δύναται.
15 καὶ ταῦτα σφόδρα ἀβλεπτῶν εἴρηκεν, οὐκ ἐννοήσας ὡς καὶ ὁ υἱὸς | δύναται ἔμψυχός ποτε εἰκὼν τοῦ ἰδίου πατρὸς λεχθῆναι, ἐπειδὰν ᾖ τῷ πατρὶ ὁμοιότατος. τοῦτο γοῦν καὶ ἡ γραφὴ διδάσκει ἡ λέγουσα »ἔζησεν δὲ Ἀδὰμ τριάκοντα καὶ διακόσια ἔτη, καὶ ἐγέννησεν κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ
καὶ περὶ τῆς θεότητος δὲ τοῦ υἱοῦ ὁ ἀπόστολος διδάσκει λέγων »ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν«, καὶ πάλιν »ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως«. καὶ ἐν ἑτέροις δὲ εἴρηται »ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀιδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ«.
αὐθις δὲ ὁ ἀπόστολος »ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος« λέγων, δῆλός ἐστιν οὐ τὴν σάρκα εἰρῆσθαι διδάσκων τὴν εἰκόνα εἶναι τοῦ θεοῦ.
μεταβὰς δὲ αὖθις Μάρκελλος ἐπὶ τοὺς ἐπισκόπους ὧδε γράφει
(Nr. 87) ἰδοὺ γὰρ τὸ κατὰ Ἀστέριον ἡμᾶς οὐ τοσοῦτον λυπεῖ, εἰ τοιαῦτα προήχθη γράφειν, ἀλλ’ ὅτι καὶ τινες τῶν προεστάναι δοκούντων τῆς ἐκκλησίας, τῆς μὲν ἀποστολικῆς ἐπιλαθόμενοι παραδόσεως, τὰ δὲ ἔξωθεν τῶν θείων προτιμήσαντες τοιαῦτά τινα γράψαι τε καὶ διδάξαι ἐτόλμησαν, ἃ οὐδὲν ἔλαττον τῆς τῶν προειρημένων ἔχεται πλάνης.
καὶ μεθ’ ἕτερα ἐπιλέγει
(Nr. 71) ἐντυχὼν γὰρ Ναρκίσσου τοῦ Νερωνιάδος προεστῶτος ἐπιστολῇ, ἥν γέγραφεν πρὸς Χρηστόν τινα καὶ Εὐφρόνιον καὶ Εὐσέβιον, ὡς Ὁσίου τοῦ ἐπισκόπου ἐρωτήσαντος αὐτόν, εἰ, ὥσπερ Εὐσέβιος ὁ τῆς Παλαιστίνης δύο οὐσίας εἶναί φησιν, οὕτως καὶ αὐτὸς λέγοι, ἔγνων αὐτὸν ἀπὸ τῶν γραφέντων τρεῖς εἶναι πιστεύειν οὐσίας ἀποκρινόμενον.ταῦτ’ εἰπὼν ἀπὸ τοῦ Ναρκίσσου ἐπὶ τὸν Εὐσέβιον μεταβαίνει, κατηγορῶν ὅτι τὸν λόγον τοῦ θεοῦ θεὸν εἶναι ὁμολογεῖ.
γράφει δὲ καὶ περὶ αὐτοῦ ταῦτα
(Nr. 72) διελεῖν γὰρ τὸν λόγον τοῦ θεοῦ τολμήσας καὶ ἕτερον θεὸν τὸν λόγον ὀνομάσαι, οὐσίᾳ τε καὶ δυνάμει διεστῶτα τοῦ πατρός, εἰς ὅσην βλασφημίαν ἐκπέπτωκεν ἔνεστιν σαφῶς ἀπ’ αὐτῶν τῶν ὑπ’ αὐτοῦ γραφέντων ῥητῶν ῥᾳδίως μανθάνειν.
γέγραφεν δ’ αὐταῖς λέξεσιν οὕτως· οὐ δήπου δὲ ἡ εἰκὼν καὶ τὸ οὗ ἐστιν ἡ εἰκὼν ἓν καὶ ταὐτὸν ἐπινοεῖται, ἀλλὰ δύο μὲν οὐσίαι καὶ δύο πράγματα καὶ δύο δυνάμεις, ὡς καὶ τοσαῦται προσηγορίαι.καὶ ταῦτα ὡς καλῶς διαβάλλων προστίθησιν λέγων
(Nr. 75) πῶς οὖν οὐ τὴν αὐτὴν οὗτοι τοῖς ἔξωθεν κακίστην ὁδὸν τραπέντες τὰ αὐτὰ διδάξαι τε καὶ γράψαι προὔθεντο, τοῦ μὲν Εὐσεβίου Οὐαλεντίνῳ τε καὶ Ἑρμῇ ὁμοίως εἰρηκότος, τοῦ δὲ Ναρκίσσου Μαρκίωνί τε καὶ Πλάτωνι;
εἶθ’ ἑξῆς μακρὰν καὶ ἀδόλεσχον ἀπεραντολογίαν συνείρει, φάσκων ἐξ ἀκοῆς μεμαθηκέναι τὸν Εὐσέβιον ὡμιληκέναι τινὰ ἐν Λαοδικείᾳ ποτὲ γενόμενον, καὶ περὶ ὧν οὐκ ἠπίστατο ὡς ἐξ ἀκοῆς μαθὼν γράφει, καὶ ἐπισυνάπτει λέγων
(Nr. 88) δέον τἀναντία μετὰ δακρύων τε καὶ πένθους πρὸς κύριον βοᾶν »ἡμάρτομεν, ἠσεβήσαμεν, ἠνομήσαμεν«, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποιήσαμεν, καὶ νῦν μεταγνόντες τῆς παρά σου τυχεῖν ἀξιοῦμεν φιλανθρωπίας.
ταῦθ’ ἥρμοττεν αὐτῷ, ταῦτα συνέφερεν λέγειν διὰ τὴν ἄμετρον τοῦ θεοῦ χρηστότητα καὶ φιλανθρωπίαν. καίτοι ἀκόλουθον ἦν τὸν μετὰ φιλανθρωπίας καὶ δικαιοσύνης ἐπιμελούμενον θεὸν ἀντειπεῖν λέγοντα »εἰ ἐχθρὸς ὠνείδισέν μέ, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλορημόνησεν, ἐκρύβην ἂν ἀπ’ αὐτοῦ. σύ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστά μου· ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα,38vἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίας«.
ὅτι γὰρ σύνεστιν ἡμῖν τοῖς αὐτοῦ λειτουργοῖς ἴσμεν ἀπὸ τῆς αὐτοῦ ῥήσεως, »ἰδοὺ« γὰρ »ἔσομαι μεθ’ ὑμῶν ἔφη »πάσας τὰς ἡμέρας« τῆς ζωῆς ὑμῶν »ἕως τῆς συντελείας τοῦ αἰῶνοςε«. εἶτα ἀκολούθως πάντως που καὶ τὰ ἑπόμενα τοῖς προάγουσιν ἐπήγαγεν ἂν ῥητά. »ἐλθέτω θάνατος ἐπ’ αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς καρδίαις αὐτῶνς«. τοὺς γὰρ ἐν ἀχνοίᾳ τῆς ἀσεβείας ὄντας νεκροὺς ὑπὸ τοῦ ᾅδου καταπίνεσθαί φησιν ἡ γραφή· νεκροὶ γάρ, καὶ ζῆν δοκοῦντες, ἐτύγχανον 〈ὄν〉τες.
καὶ πάλιν ἑξῆς τούτοις αἰτιᾶται τὸν Εὐσέβιον, ὡς ἐν τῷ διέναι τὴν Ἀγκύραν τότε ὡμιληκότα ἐπὶ τῆς ἐκκλησίας, ἅπερ φησὶν ἐξ ἀκοῆς μεμαθηκέναι. ἐφ’ οἷς ἀγανακτῶν τοιαῦτα γράφει
(Nr. 73) ἀλλ’ ὁ μὲν ἀπόστολος τοιαῦτα περὶ τῆς Γαλατῶν πίστεως γράφει· Εὐσέβιος δὲ μεταφέρων τὴν ἀποστολικὴν ἔννοιαν, δι’ ἣν τοῦθ’ ὁ ἀπόστολος τῆς προειρημένης αἰτίας ἕνεκα, » τέκνα μους« εἶπεν »οὓς πάλιν ὠδίνω ἄχρις οὑ μορφωθῇ Χριστὸς ἐν ὑμῖνς», καθήψατο Γαλατῶν ὡς μὴ ὀρθὴν ἐχόντων περὶ θεοῦ δόξαν.
ὤδινεν γὰρ ἀληθῶς δριμεῖάν τινα καὶ πικρὰν ὠδῖνα, ὅτι ἠπίστατο Γαλάτας περὶ θεοσεβείας μὴ ὥσπερ ἐκεῖνος δοξάζοντας, | μηδὲ δύο οὐσίας τε καὶ πράγματα καὶ δυνάμεις καὶ θεοὺς λέγοντας.τήρει δὲ ταῦτα ὅπως διαλοιδορεῖται πικρῶς τῷ μηδὲν εἰρηκότι πλεῖον, ὡς αὐτὸς γράφει, ἢ τὸ ἀποστολικὸν ῥητόν. καὶ νῦν δύο μὲν θεοὺς λέγειν τὸν Εὐσέβιον ὁμολογεῖ, ὡς ἂν τὸν υἱὸν τοῦ θεοῦ θεολογοῦντα σὺν τῷ πατρί· προϊὼν δ’ ἐν τοῖς ἕξῆς, ὥσπερ ἐπιλελησμένος ὧν ἐνταῦθα κατηγόρηκεν, τὸν αὐτὸν πειρᾶται διαβάλλειν ὡς ψιλὸν ἄνθρωπον τὸν Χριστὸν εἶναι λέγοντα.
ἑξῆς δὲ τοῖς προκειμένοις ἐπισυνάπτει πολλήν τινα καὶ μακρὰν φλυαρίαν, τά τε ὄντα τά τε μὴ ὄντα ἑαυτῷ συνείρων, μονονουχὶ κατὰ τοὺς φήσαντας τὰ χείλη ἡμῶν παρ’ ἡμῶν ἐστιν· τίς ἡμῶν κύριός
ἐστιντ«;δι’ ὧν δείκνυται, καθὼς ἀρχόμενος ἔφην τοῦ συγγράμματος, ἐξ ὑπερβαλλούσης ἔχθρας τε καὶ μισαδελφίας ἐπιπηδήσας τῇ γραφῇ. μεταβὰς δ’ ἐκ τούτων Ἀστέριον αὖθις τραγῳδεῖ, μακρὰν ἀποτείνων καὶ περὶ αὐτοῦ διήγησιν, ὅπως τε ἀποδημεῖ, καὶ ποῖ καὶ πότε καὶ πρὸς τίνας. καὶ τούτου δὲ ἀφέμενος αὖθις ἐπὶ τὸν τοῦ θεοῦ ἄνδρα Παυλνον τρέπεται, ταῦτα γράφων αὐτοῖς ῥήμασιν
(Nr. 33) τούτοις δὲ τοῖς ῥητοῖς καὶ ὁ τούτου πατὴρ πειθόμενος Παυλῖνος, ταὐτὰ λέγειν τε καὶ γράφειν οὐκ ὀκνεῖ, ποτὲ μὲν δεύτερον θεὸν λέγων τὸν Χριστὸν καὶ τοῦτον ἀνθρωπικῶτερον γεχενῆσθαι θεόν, ποτὲ δὲ κτίσμα αὐτὸν εἶναι διοριζόμενος. ὅτι δὲ τοῦθ’ οὕτως ἔχει, καὶ πρὸς ἡμᾶς ποτε, τὴν Ἀγκύραν διών, κτίσμα εἶναι τὸν Χριστὸν ἔφασκεν.
καὶ πάλιν μυθολογῶν διειλέχθαι τῷ Παυλίνῳ φησίν. ἔπειτα διαβάλλει τὸν μακάριον ὡς θεοὺς πολλοὺς εἰρηκότα, καὶ καταλιπὼν τὸν Παυλῖνον πάλιν τῷ Εὐσεβίῳ σχολάζει φάσκων
(Nr. 74) οὕτω δὲ καὶ Εὐσέβιος ὁ τῆς Καισαρείας γέγραφεν καὶ αὐτὸς τὴν αὐτὴν ἔχων Παυλίνῳ τε καὶ τοῖς ἔξωθεν περὶ θεῶν δόξαν.