Contra Marcellum
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
οὐδὲ νοήσας ὅπως ἐλέχθη τὸ ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστίν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται«. ταῦτα δὲ ἀγνοήσας τοὺς Ἑλλήνων σοφοὺς ὑπέλαβεν γνῶσιν ἐσχηκέναι τῆς ὑπὸ τοῦ θεοῦ τῷ Σολομῶνι χαρισθείσης σοφίας καὶ γνόντας ζηλῶσαι τὸ προφητικόν, ὡς αὐτός φησιν, γράμμα.
καὶ πῶς οἷοί τ’ ἦσαν γνῶναι τὰ θεῖα καὶ ζηλῶσαι οἱ ψυχικοὶ καὶ οὐκ εἰδότες »πνευματικὰ πνευματικοῖς« συγκρίνειν, τοῦ θείου ἀποστόλου ἀποφηναμένου ψυχικὸν ἄνθρωπον μὴ δέχεσθαι τὰ τοῦ πνεύματος τοῦ θεοῦ« ; τοῦ δ’ αὐτοῦ φήσαντος μὴ δύνασθαι γνῶναι τὸν ψυχικὸν τὰ πνευματικά, »ὅτι πνευματικῶς ἀνακρίνεται«, ἀντιδοξάζων ὁ γενναῖος τῷ ἀποστόλῳ φάσκει τὸν αὐτὸν τρόπον τῷ Σολομῶνι γεγραφέναι τοὺς τὰς Ἑλληνικὰς παροιμίας πεποιημένους.
λέγει δ’ οὖν ἐπὶ λέξεως
(Nr. 112) ἐπειδὴ ταῖς τοῦ σοφωτάτου Σολομῶνος Παροιμίαις ἐντυχόντες καὶ γνόντες δι’ αὐτῶν ὅτι οὐδέν ἐστιν ἐκ τοῦ προχείρου σαφῶς τῶν ἐν αὐταῖς εἰρημένων μαθεῖν, καὶ αὐτοὶ ζηλῶσαι τὸ προφητικὸν βουληθέντες γράμμα τὸν αὐτὸν ἐκείνῳ γεγράφασι τρόπον.σκέψαι δὲ καὶ ἄλλως ἐξ αὐτῶν τῶν παραθέσεων ὅσον τῆς ἀληθείας διήμαρτεν, εἰπὼν τοὺς παρ’ Ἕλλησιν τὸν αὐτὸν τῷ Σολομῶνι γεγραφέναι τρόπον.
ὁ μὲν γὰρ Σολομὼν θεοδωρήτῳ σοφίᾳ κινούμενος πᾶσαν αὐτοῦ τὴν γραφὴν ἐπ’ ὠφελείᾳ καὶ σωτηρίᾳ ψυχῶν τῷ τῆς θεοσεβείας ἀνετίθει λόγῳ, γυμνασίου δ’ ἕνεκεν τῆς τῶν ἐντυγχανόντων διανοίας σκοτεινοῖς ἐχρῆτο προβλήμασιν καὶ λόγων στροφαῖς καὶ φωναῖς δι’ αἰνιγμάτων προενηνεγμέναις. καὶ τοῦτο δ’ ἐν ἀρχῇ τῆς βίβλου μαρτύρεται λέγων » τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται, νοήσει τε παραβολὴν
σκοτεινῶν λόγων, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα« ,καὶ πάλιν »δέξασθαι στροφὰς λόγων« . ἃ δὴ καὶ οὕτως ἔχοντα ἐκ τῶν ἐμφερομένων τῇ βίβλῳ καταμαθεῖν ῥᾴδιον, ἄλλως οὐ δυναμένων νοηθῆναι ἢ διιόντων ἡμῶν ἐκ τῆς προχείρου λέξεως ἐπὶ τὸν ἐξ αὐτῆς θεωρούμενον νοῦν· οἷόν ἐστιν τὸ »τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι, καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίπλασαν αὐτήν. καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν ἱκανόν«, |
καὶ »ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἑπτά· ἔσφαξεν τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον« , καὶ ὅσα ἄλλα τούτοις παραπλήσια, οὐχ ἑτέρως δυνατὰ νοεῖσθαι, οὔτε προχείρως οὔτε ἔκ τινος ἱστορίας, εἰ μὴ κατὰ μόνην μεταφορὰν καὶ ἀναστροφὴν τῆς λέξεως. αἱ δ’ ἐκτεθεῖσαι τῶν Ἑλλήνων παροιμίαι ἀπό τινων ἱστοριῶν τὰς ἀρχὰς εἰλήφασιν.
τὸ γὰρ Η ΤΕΘΝΗΚΕΝ Η ΔΙΔΑΣΚΕΙ ΓΡΑΜΜΑΤΑ διὰ τήνδε, φησίν, ἐλέχθη τὴν ἱστορίαν, καὶ δι’ ἑτέραν πάλιν γενομένην τοιανδὶ πρᾶξιν τὸ ΑΙΞ ΤΗΝ ΜΑΧΑΙΡΑΝ εἴρηται· καὶ τὸ ΑΛΙΣ ΔΡΥΟΣ ὡσαύτως, διὰ τὸ βαλανηφαγοῦντάς ποτε παύσασθαι τῆς τοιαύτης τροφῆς. εἰ δὲ καὶ Γλαῦκός τις ἐπιστήμων τέχνης τινὸς
τούτων ἡμῖν εἰρημένων εἰς ἀπόδειξιν τοῦ μηδὲ ταῖς θείαις γραφαῖς ὃν χρὴ τρόπον ἐντετυχηκέναι τὸν ἄνδρα, καλεῖ δὴ καιρὸς καὶ τὴν οὐχ ὑγιῆ τῆς πίστεως αὐτοῦ δόξαν ἐπισκέψασθαι, ὡς ἐναντία δοξάζων τῇ ἐκκλησιαστικῇ διδασκαλίᾳ αὐτήν τε καὶ τοὺς προεστῶτας αὐτῆς διέβαλλεν.
Θήσω δὲ πρῶτα δι’ ὧν τοῖς ὀρθῶς καὶ ἐκκλησιαστικῶς γραφεῖσιν ἀντιλέγειν πειρᾶται, διαβάλλων τοὺς γράψαντας, καὶ μονονουχὶ πάμμαχον συνιστάμενος ἀγῶνα πρὸς πάντας. ἄρτι μὲν γὰρ πρὸς Ἀστέριον τὴν ἀντίρρησιν ποιεῖται. ἄρτι δὲ πρὸς Εὐσέβιον τὸν
μέγαν. |καὶ ἔπειτα ἐπὶ τὸν τοῦ θεοῦ ἄνθρωπον, τὸν ὡς ἀληθῶς τρισμακάριον τρέπεται Παυλῖνον, ἄνδρα τιμηθέντα μὲν τῆς Ἀντιοχέων ἐκκλησίας πρεσβείῳ, διαπρεπῶς δ’ ἐπισκοπεύσαντα τῆς Τυρίων οὕτω τε ἐν τῇ ἐπισκοπῇ διαλάμψαντα, ὡς τὴν Ἀντιοχέων ἐκκλησίαν ὡς οἰκείου ἀγαθοῦ μεταποιηθῆναι αὐτοῦ.
ἀλλὰ καὶ τοῦτον, μακαρίως μὲν βεβιωκότα, μακαρίως δ’ ἀναπεπαυμένον πάλαι τε κεκοιμημένον καὶ μηδὲν αὐτῷ διενοχλοῦντα, ὁ θαυμαστὸς οὗτος συγγραφεὺς σκώπτει. καὶ ἐκ τούτου μεταβὰς Ὠριγένει πολεμεῖ, πρόπαλαι καὶ αὐτῷ πεπαυμένῳ τοῦ βίου. ἔπειτα Ναρκίσσῳ ἐπιστρατεύεται, καὶ τὸν ἕτερον Εὐσέβιον διώκει, ὁμοῦ τε πάντας τοὺς ἐκκλησιαστικοὺς πατέρας ἀθετεῖ, οὐδενὶ τὸ παράπαν ἀρεσκόμενος ἢ μόνῳ ἑαυτῷ.
γράφει δ’ οὖν ὀνομαστὶ κακῶς μνημονεύων ἀπάντων τοῦτον τὸν τρόπον
(Nr. 59) ἄρξομαι τοίνυν ἀπὸ τῆς ὑπ’ αὐτοῦ γραφείσης ἐπιστολῆς πρὸς ἕκαστον τῶν μὴ ὀρθῶς γραφέντων ἀντιλέγειν. γέγραφεν πιστεύειν εἰς πατέρα θεὸν παντοκράτορα, καὶ εἰς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ θεόν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον· καί φησιν ἐκ τῶν θείων γραφῶν μεμαθηκέναι τοῦτον τὸν τῆς θεοσεβείας τρόπον.
ἐγὼ δὲ ὅταν μὲν τοῦτο λέγῃ ἀποδέχομαι σφόδρα τὰ λεγόμενα, κοινὸς γὰρ οὗτος ἁπάντων ἡμῶν τῆς θεοσεβείας ὁ τρόπος, πιστεύειν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα· ὅταν δὲ μὴ τῆς θείας ἐστοχασμένος δυνάμεως ἀνθρωπικώτερον ἡμῖν διά τινος ἐντέχνου θεωρίας τόν τε πατέρα πατέρα λέγῃ καὶ τὸν υἱὸν υἱόν, οὐκέτ’ ἐπαινεῖν τὴν τοιαύτην θεωρίαν ἀκίνδυνον.
διὰ γὰρ τῆς τοιαύτης θεωρίας τὴν νῦν αὐτοῖς ἐπινοουμένην αἵρεσιν αὐξάνεσθαι συμβαίνει, ὅπερ σαφῶς ἐπιδεῖξαι ῥᾴδιον οἶμαι ἐκ τῶν αὐτοῦ λόγων.36rἔφη γὰρ τὸν μὲν πατέρα δεῖν ἀληθῶς πατέρα εἶναι νομίζειν καὶ τὸν υἱὸν ἀληθῶς υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ὡσαύτως.
ταῦτα ὁ Μάρκελλος πρὸς Ἀστέριον, οὐκ ἀρεσκόμενος τῷ τὸν πατέρα δεῖν ἀληθῶς πατέρα εἶναι ὁμολογεῖν καὶ τὸν υἱὸν ἀληθῶς υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ὡσαύτως. ὅθεν ἑξῆς διὰ μακροτέρων ἀνασκευάζειν τὸν περὶ τούτων πειρᾶται λόγον. ψιλὸν γὰρ καὶ τῷ ἀνθρωπείῳ λόγῳ ὅμοιον, οὐχὶ δὲ υἱὸν ἀληθῶς ζῶντα καὶ ὑφεστῶτα τὸν Χριστὸν εἶναι ὁμολογεῖν ἐθέλει.
καὶ ἐπειδὴ ταύτην εἶπεν ἐπινοεῖσθαι νῦν
αἵρεσιν, δεικτέον | ὡς προϊὼν Ὠριγένους τοῦ πάλαι γενομένου μέμνηται ὡς ὁμοδοξοῦντος τοῖς νυνὶ πρὸς αὐτοῦ διαβαλλομένοις. ἐγὼ δὲ καὶ Ὠριγένους παλαιοτέρων ἀνδρῶν πλείστοις ὅσοις ἐκκλησιαστικοῖς συγγράμμασιν ἐντετύχηκα, ἐπισκόπων τε καὶ συνόδων ἐπιστολαῖς διαφόροις πρόπαλαι γραφείσαις, δι’ ὧν εἷς καὶ ὁ αὐτὸς ὁ τῆς πίστεως χαρακτὴρ ἀποδείκνυται.οὐκ ὀρθῶς ἄρα διαβέβληκεν εἰπὼν 〈ταύτην〉 ἐπινοεῖσθαι νῦν αἵρεσιν ὑπὸ τῶν διαβαλλομένων. μετὰ ταῦτα μικρὸν προελθὼν οὐ τὸν Ἀστέριον μόνον, ἀλλὰ καὶ τὸν μέγαν Εὐσέβιον, οὗ τῆς ἐπισκοπῆς πλεῖσται καὶ διαφανεῖς ἐπαρχίαι τε καὶ πόλεις μετεποιήθησαν, κακῶς ἀγορεύει τοῦτον τὸν τρόπον
(Nr. 29) ὑπομνήσω δέ σε ὧν αὐτὸς γέγραφεν συνιστάμενος τοῖς κακῶς ὑπὸ Εὐσεβίου γραφεῖσιν, ἵνα γνῷς ὅτι ἀφίσταται σαφῶς τῆς προτέρας ἐπαγγελίας.
γέγραφεν γὰρ αὐταῖς λέξεσιν οὕτως· τὸ γὰρ κεφάλαιον εἶναι τῆς ἐπιστολῆς ἐπὶ τὴν βουλὴν τοῦ πατρὸς ἀνενεγκεῖν τοῦ υἱοῦ τὴν γένεσιν, καὶ μὴ πάθος ἀποφῆναι τοῦ θεοῦ τὴν γονήν. ὅπερ οἱ σοφώτατοι τῶν πατέρων ἐν τοῖς οἰκείοις συντάγμασιν ἀπεφήναντο, φυλαξάμενοι τῶν αἱρετικῶν τὴν ἀσέβειαν, οἳ σωματικήν τινα καὶ παθητικὴν κατεψεύσαντο τοῦ θεοῦ τὴν τεκνογονίαν, τὰς προβολὰς δογματίζοντες.
καὶ πρὸς ταύτας δὲ τὰς φωνὰς πολλὴν ἑξῆς ποιεῖται τὴν ἀντίρρησιν, μεθ’ ἣν ἐπισυνάπτει λέγων
(Nr. 30) ὥστε συνηγορῆσαι Εὐσεβίῳ κακῶς γράψαντι βουλόμενος Ἀστέριος, φύσεώς τε πατρὸς καὶ φύσεως [ἀ]γεννητοῦ μνημονεύσας, αὐτὸς ἑαυτοῦ κατήγορος γέγονεν. πολὺ γὰρ βέλτιον ἦν τὸ βάθος τοῦ νοήματος Εὐσεβίου, ὡς αὐτὸς γέγραφεν, ἐν βραχυλογίᾳ κείμενον ἀνεξέταστον καταλιπεῖν, ἢ τοιαύτῃ θεωρίᾳ χρησάμενον τὸ πανοῦργον τοῦ γράμματος εἰς φῶς ἀγαγεῖν.
καὶ μεθ’ ἕτερα ἐπιλέγει
(Nr. 3) νυνὶ δὲ ἐξετάσωμεν ἕν τι ῥητὸν τῶν ὑπὸ Ἀστερίου γραφέντων· ἔφη γὰρ οὗτος· ἄλλος μὲν γάρ ἐστιν ὁ πατήρ, ὁ γεννήσας ἐξ αὑτοῦ τὸν μονογενῆ λόγον καὶ πρωτότοκον πάσης κτίσεως. ἀμφότερα συνάψας γέγραφεν μονογενῆ καὶ πρωτότοκον, πολλῆς ἐναντιότητος ἐν τοῖς ὀνόμασιν οὔσης τούτοις, ὡς ἔστιν ῥᾴδιον καὶ τοῖς σφόδρα δυσμαθέσιν γνῶναι.