Contra Marcellum
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
εἰκότως οὖν κατὰ τῶν ἁγίων τοῦ θεοῦ λειτουργῶν κακήγορον γλῶτταν ὀξύνας καὶ τὸ ἀνευλαβὲς καὶ ἄφοβον προγυμνάσας ἐν τούτοις, προϊὼν ἑξῆς προὔκοψεν ἐπ’ αὐτὸ τὸ κορυφαιότατον τοῦ παντός, τὸν μονογενῆ καὶ ἀγαπητὸν υἱὸν τοῦ θεοῦ τοιαύταις ἀθέοις ὑποβαλὼν βλασφημίαις. οἵας μικρὸν ὕστερον αὐτοῦ λέγοντος, ἀλλ’ οὐκ ἐμοῦ, βέλτιον ἀκούειν.
τῇ δέ γε παραθέσει τῶν αὐτοῦ ῥημάτων χρησάμενος μέχρι τούτου στήσομαι τέως πρὸς ἐναντίωσιν καὶ ἀνατροπὴν αὐτῶν οὐ μακροὺς ἐπάγων λόγους, τῷ μήτε τοὺς ἄνδρας τοὺς ὑπ’ αὐτοῦ βλασφημηθέντας ἀγνῶτάς τινας εἶναι καὶ ἀφανεῖς, γνωρίζεσθαι δὲ παρὰ τοῖς πᾶσιν καὶ σιωπῶντος,
μήτε τὴν εἰς τὸν Χριστὸν τοῦ θεοῦ βλασφημίαν ἀμφήριστόν τινα καὶ ἀγνοουμένην ὑπάρχειν, ὡς πολλῆς τινος καὶ λογικωτέρας πρὸς ἔλεγχον δεηθῆναι σπουδῆς· οὕτως πᾶσιν τοῖς τῆς ἐκκλησιαστικῆς χάριτος μετειληχόσιν, μικροῖς ὁμοῦ καὶ μεγάλοις, καὶ αὐτὸ μόνον λεχθεῖσα πρόδηλος καθέστηκεν ἡ τοῦ ξένου τούτου [καὶ] θεολόγου κενοφωνία. διὸ βραχέσιν αὐτὸ μόνον παρασημειώσεσιν χρήσομαι, εἱρμῷ καὶ τάξει σωματοποιῶν τὸν λόγον, ὑποσημαινόμενός τε αὐτὸ μόνον τὸ παράλογον τῶν ἐμφερομένων.
πρὶν δ’ ἐπὶ τὰς αὐτοῦ χωρῆσαι φωνὰς ἀναγκαίως τοῖς ἐντυγχάνουσι τῷ τοῦ ἀνδρὸς συγγράμματι συμβουλεύσαιμ’ ἄν, εἰ δὴ μάλιστα Γαλατῶν εἶέν τινες, μὴ ἀμνημονεῖν τῆς θείας φωνῆς Παύλου τοῦ ἀποστόλου, ὃς αὐτοῖς Γαλάταις γράφων παρῄνει μὴ μετατίθεσθαι »ἀπὸ τοῦ καλέσαντος « αὐτοὺς » ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον « (» οὐκ ἔστιν « γὰρ » ἄλλο « , ὡς αὐτὸς ἔφη, » εἰ μή τινές εἰσιν οἱ ταράσσοντες « αὐτοὺς » καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ «),
κἀκείνῳ δὲ ἀναγκαίως προσέχειν τὸν νοῦν, δι’ οὗ καὶ ἑαυτοῦ καθαπτόμενος ὁ τοσοῦτος ἀπόστολος εἰς δυσώπησιν τῶν διαστρέφειν τοὺς ἄνδρας
πειρωμένων προσετίθει λέγων » ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ ὑμῖν εὐαγγελίσηται παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω « .ὃ δὴ ἐπαναλαβὼν δευτεροῖ φάσκων »ὡς προειρήκαμεν καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω « . τί δὲ ἦν τοῦτο, παρ’ ὃ οὐκ ἦν εὐαγγελί‹ζεσθαι ἄλλο εὐαγγέλι›ον, ἤ που πάντως αὐτὸ ἐκεῖνο ὃ δὴ τοῖς αὐτοῦ παραδιδοὺς μαθηταῖς ὁ σωτὴρ ἀναγέγραπται εἰρηκὼς » πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος« ;
ταύτην γὰρ ἡμῖν τὴν χάριν τῆς γνώσεως τῆς ἁγίας τριάδος μόνος αὐτὸς διὰ τῆς μυστικῆς δεδώρηται ἀναγεννήσεως, οὕτε Μωσέως οὔτε προφητῶν τινος τῷ προτέρῳ λαῷ ταύτην διακονησαμένου· μόνῳ γὰρ ἔπρεπεν τῷ υἱῷ τοῦ θεοῦ τὴν πατρικὴν ἅπασιν ἀνθρώποις εὐαγγελίσασθαι χάριν, ἐπειδήπερ » ὁ νόμος διὰ Μωσέως ἐδόθη « , διὰ δὲ μόνου » Ἰησοῦ Χριστοὺ «, ὡς διὰ » μονογενοῦς υἱοῦ « [Ἰησοῦ], » ἡ χάρις καὶ ἡ ἀλήθεια « ἐγένετο.
ἔνθεν εἰκότως ὁ μὲν παιδαγωγοῦ τρόπου
αὐτόθεν πως τὴν ἁγίαν καὶ μακαρίαν καὶ μυστικὴν τριάδα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰς σωτήριον ἐλπίδα διὰ τῆς ἐν Χριστῷ ἀναγεννήσεως ἡ | τοῦ θεοῦ ἐκκλησία παραλαβοῦσα φυλάττει. καὶ τοῦτ’ ἦν τὸ εὐαγγέλιον, ὃ μὴ θεμιτὸν εἶναι μετατίθεσθαι εἰς ἕτερον εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο « ὁ μέγας ἀπόστολος εἰσέτι δεῦρο Γαλάταις μαρτύρεται, διὰ τῆς πρὸς αὐτοὺς ἐπιστολῆς βοῶν »κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμᾶς παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω « · πόρρωθεν, ὡς εἰκός, μηδ’ ἐπισκόποις μηδ’ ἄρχουσιν μη‹δὲ› διδασκάλοις προσέχειν, εἰ τὸν ἀληθῆ τῆς πίστεως διαστρέφοι τις αὐτῶν λόγον, διαστελλόμενος.
τίς δ’ ἦν οὗτος 〈ἢ〉 ὁ θεὸν πατέρα εἰδέναι διδάσκων καὶ υἱὸν
θεοῦ γιγνώσκειν παραδιδοὺς καὶ πνεύματος ἁγίου φιλοτιμεῖσθαι μετέχειν; ἅπερ μόνων ἂν γένοιτο Χριστιανῶν γνωρίσματα, ὧδέ πη τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀφοριζομένης τοῦ Ἰουδαϊκοῦ τρόπου.ὡς γὰρ ἐκεῖνος τὴν πολύθεον καὶ Ἑλληνικὴν ἀπεδοκίμαζεν πλάνην ἑνὸς θεοῦ ὁμολογίᾳ, οὕτως καὶ τῆς ἐκκλησίας ἡ ἐξαίρετος περὶ υἱοῦ γνῶσις κρεῖττόν τι καὶ πλέον [τι] προὐξένει, τὸν αὐτὸν θεὸν πατέρα εἰδέναι μονογενοῦς υἱοῦ διδάσκουσα, ἀληθῶς υἱοῦ ὄντος καὶ ζῶντος καὶ ὑφεστῶτος. »ὡς γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ 〈οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ〉« αὐτὸς λέγων ἐδίδασκεν ὁ μονογενὴς τοῦ θεοῦ,
ἵν’ ᾖ καὶ ὁ πατὴρ ἀληθῶς πατὴρ (οὐ μέχρι φωνῆς ὧδέ πη χρηματίζων, οὐδὲ ψευδῆ κεκτημένος τὴν προσηγορίαν. ἀληθείᾳ δὲ καὶ ἔργῳ πατὴρ υἱοῦ μονογενοῦς) καὶ ὁ υἱὸς ἀληθῶς υἱός. ὁ δὲ ψιλὸν λόγον εἶναι τὸν υἱὸν ὑπολαμβάνων καὶ μόνον λόγον εἶναι μαρτυρόμενος καὶ πολλάκις τοῦτ’ αὐτὸ λέγων ὡς οὐδὲν ἕτερον ἦν ἢ λόχος, ἔνδον μένων ἐν ἡσυχάζοντι τῷ πατρὶ ἐνεργῶν δὲ ἐν τῷ τὴν κτίσιν δημιουργεῖν, ὁμοίως τῷ ἡμετέρῳ ἐν σιωπῶσιν μὲν ἡσυχάζοντι ἐν δὲ φθεγγομένοις ἐνεργοῦντι, δῆλος ἂν εἴη Ἰουδαϊκῷ τινι καὶ ἀνθρωπίνῳ συντρέχων φρονήματι τὸν δ’ ἀληθῶς υἱὸν τοῦ θεοῦ ἀρνούμενος.
εἰ γοῦν τις Ἰουδαίων ἔροιτό τινα, εἰ λόγον ἔχει ὁ θεός, πάντως που φήσει· ἐπεὶ [καὶ λόγον] καὶ λόγους πλείους ἔχειν αὐτὸν ὁμολογήσειεν ἂν Ἰουδαίων ἅπας. ὅτι δὲ καὶ υἱὸν ἔχει, οὐκέτ’ ἂν ὁμολογήσειεν ἐρωτηθείς.
εἰ δὲ μὴ Ἰουδαίων ἀλλ’ ἐπισκόπων τις ταύτην εἰσαγάγοι τὴν δόξαν, λόγον αὐτὸν μόνον διδοὺς ἡνωμένον τῷ θεῷ καὶ τοῦτον εἶναι ἀίδιον καὶ ἀγέννητον ἕν τε εἶναι καὶ ταὐτὸν τῷ θεῷ, ὀνόμασιν μὲν διαφόροις πατρὸς καὶ υἱοῦ χρηματίζοντα οὐσίᾳ δὲ καὶ ὑποστάσει ἓν ὄντα, πῶς οὐ δῆλος ἂν γένοιτο τὸν μὲν Σαβέλλιον ὑποδυόμενος, τῆς δ’ ἐν Χριστῷ γνώσεώς τε καὶ χάριτος ἠλλοτριωμένος; οὐδὲ γὰρ ζητεῖν οὐδ’ ἀμφιβάλλειν οὐδ’ ἐρωτᾶν 〈αὐ τοῖς. εἰ ἦν καὶ προῆν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, ὁ τῆς ἐκκλησίας ἐπιτρέποι ἂν θεσμός· ὁμολογουμένῃ δὲ καὶ ἀναμφιβόλῳ
εἰ δὴ οὖν τούτοις μὲν ἀντιλέγων τις φαίνοιτο, λόγον δὲ θεοῦ ὁμοίως τῷ ἐν ἀνθρώποις τοῦτον ὁρίζοιτο, 〈πῶς οὐκ ἂν ἐλέγχοιτο〉 οὐκ ἐννοῶν οὐδὲ λογιζόμενος ὡς οὐδὲν χρὴ θνητὸν οὐδὲ ἀνθρώπινον τῷ ἐπέκεινα τῶν ὅλων ἀνατιθέναι θεῷ, οὐδ’ ὅλως τι τῶν εἰς ἡμετέραν ἐνθύμησιν ἀνιόντων, κἂν αἱ θεῖαι γραφαί, ὥσπερ τινὰς νηπίους παιδαγωγοῦσαι τοὺς ἐντυγχάνοντας, ἀνθρωπικώτερον περὶ αὐτοῦ διαλέγωνται, χεῖρας αὐτῷ καὶ πόδας καὶ ὀφθαλμοὺς καὶ φωνὰς καὶ λόγους καὶ στόμα καὶ πρόσωπον καὶ μυρία ἄλλα τοιαῦτα περιάπτουσαι· ἃ δὴ προσήκει μεταφέρειν ἐπὶ θεοπρεπεῖς ἐννοίας, οὐδὲν θνητὸν οὐδ’ ἀνθρώπινον ἐν τῷ θεῷ εἶναι φανταζομένους· »πνεῦμα« γὰρ »ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν «, αὐτὸς ἐδίδαξεν ὁ σωτήρ.
εἰ δὲ πνεῦμα, δῆλον ὅτι θεῖον, κρεῖττον παντὸς αἰσθητοῦ καὶ συνθέτου σώματος, ὡς μήτε λόγον αἰσθητὸν ἔχειν, ὑπὸ γλώττης ἐξηχούμενον καὶ διὰ προφορᾶς θνητοῖς ὠσὶν ἐξακουόμενον, μήτε γλῶτταν μήτε φωνὴν μήτε πρόσωπον μήτε ‹ τι›〉 ἄλλο θνητῷ καὶ ἀνθρωπίνῳ λογισμῷ παραβαλλόμενον.
εἰ γάρ τι ἄλλο »ὃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη« τοιαῦτ’ εἶναι »ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν« ὁ θεῖος ἐδίδαξεν ἀπόστολος, τούτων ἀπάντων αὐτὸς ὁ τούτων δοτὴρ ἀρρήτων ἂν εἴη ἀρρητότερος, | ὡς πολλῷ μᾶλλον ἀληθέστερον φάναι ἂν ἐν τῇ περὶ αὐτοῦ θεολογίᾳ ὀφθαλμὸν μὴ ἑωρακέναι μηδὲ οὖς ἀκηκοέναι μηδὲ » ἐπὶ καρδίαν ἀνθρώπων « ἀναβεβηκέναι τῆς περὶ αὐτοῦ καταλήψεως τὴν γνῶσιν.