Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τί δὴ λείπεται ἐπὶ τούτοις ἀλλ’ ἢ ταῖς ὑποσχέσεσιν ἀκολούθως διελθεῖν τὰ οἰκονομηθέντα ἐπὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ δὴ τοῦ θεοῦ λόγου; περὶ οὑ τὰ προπεπονημένα ἐν ὀκτὼ τοῖς πρὸ τούτου συγράμμασι διεληλύθαμεν, τοτὲ μὲν τὴν κατ’ αὐτὸν θεολογίαν διερευνώμενοι, τοτὲ δὲ τὴν οὐρανόθεν εἰς ἡμᾶς κάθοδον καὶ τόν τε τρόπον ὁμοῦ καὶ τὴν προσηγορίαν καὶ τὸν χρόνον τῆς ἀφίξεως αὐτοῦ διασκοπούμενοι. ὧν ἀποδεδειγμένων καιρὸς ἤδη τὰ κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ συνιδεῖν, παραστῆσαί τε ὅπως καὶ τούτων ἕκαστα παρ’ Ἑβραίοις προαναπεφώνητο.

τό γε μὴν τῶν προρρήσεων ἀποτέλεσμα διὰ τῆς τῶν ἱερῶν εὐαγγελιστῶν μαρτυρίας καὶ τῆς δι’ αὐτῶν ἱστορηθείσης τῶν πραγμάτων ἀποβάσεως ἐπισφραγισθήσεται. πρῶτον οὖν ἁπάν- τῶν, ἐπειδὴ τὰ περὶ τῆς γενέσεως αὐτοῦ γένους τε καὶ φυλῆς καὶ σπέρματος ἀποδέδεικται, φέρε τὰ περὶ τοῦ φανέντος ἐπὶ τῇ γενέσει αὐτοῦ νέου τινὸς καὶ ξενίζοντος παρὰ τοὺς συνήθεις ἀστέρος θεασώμεθα, ἐπεὶ καὶ τοῦτο πάλαι πρότερον ἐκ μακρόν

v.3.p.562
ἄνωθεν χρόνων παρὰ Μωσεῖ βοώμενον τοῦτον ἱστόρηται τὸν τροπον·

Μώσης ἐν Ἀριθμοῖς περὶ τοῦ φανέντος ἐπὶ τῇ γενέσει τοῦ σωτῆρος ἡμῶν ἀστέρος φησὶ ‟φησὶ Βαλαὰμ υἱὸς Βεῶρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, ἀκούων λόγια θεοῦ, ἐπιστάμενος ἐπιστήμην ὑψίστου, καὶ ὅρασιν τοῦ θεοῦ ἰδὼν, ἐν ὕπνῳ ἀποκεκαλυμμένοι οἶ ὀφθαλμοὶ αὐτοῦ. δείξω αὐτῷ, καὶ οὐχὶ νῦν, μακαρίζω, καὶ οὐκ ἐγγίζει. ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ, καὶ προνομεύσει πάντας υἱοὺς Σήθ. καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ, καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ, καὶ ἐξεγερθήσεται ἐξ Ἰακὼβ, καὶ ἀπολεῖ σωζόμενον ἐκ πόλεως.”

Ἐπὶ ταύτῃ φησὶ τῇ προφητείᾳ κινηθέντας τοὺς διαδόχους Βαλαὰμ (σεσῶσθαι γὰρ αὐτὴν, ὡς καὶ ἦν εἰκὸς, παρ’ αὐτοῖς, ὁπηνίκα συνεῖδον ἐν οὐρανῷ ξενίζοντά τινὰ παρὰ τοὺς συνήθεις ἀστέρα, κατὰ κορυφῆς, ὡς ἂν εἴποι τις, καὶ κατὰ κάθετον τῆς Ἰουδαίας ἐστηριγμένον) σπουδὴν πεποιῆσθαι ἐπὶ τὴν Παλαιστίνων ἀφικέσθαι γῆν, ἱστορίας ἕνεκα τοῦ διὰ φανέντος ἀστέρος σημαινομένου βασιλέως.

Μαρτυρεῖ τούτοις ὁ εὐαγγελιστὴς Ματθαῖος λέγων ‟τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερουσαλῆμ λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ιου- [*](4 Num. 24, 15. 26 Matth. 2, 1.)

v.3.p.563
δαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. ὅτε καὶ παραπαμφθέντες εἰς Βηθλεὲμ ἐπορεύθησαν, καὶ ἰδοὺ πάλιν ὁ αὐτὸς ἀστὴρ, ὃν εἶδον ἐν τῆ ἀνατολῇ προῆγεν αὐτοὺς, ἴως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον. ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μάριας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ.”

Ταῦτα μὲν τὸ ἱερὸν εὐαγγέλιον. ὁ δέ γε τῆς προφητείας λόγος ἐπὶ τῇ τοῦ ἀστέρος ἐπιτολῇ καὶ τῇ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσει τίνα φησὶν ἔσεσθαι συνιδεῖν ἄξιον, θραῦσιν ἀρχηγῶν Μωὰβ, καὶ προνομὴν υἱῶν Σὴθ, καὶ τῶν γε λοιπόν τοῦ Ἰουδαίων ἔθνους πολεμίων κληρονομίαν. οὗτοι δὲ ἦσαν Εδὼμ καὶ Ἠσαῦ.