Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

παράγων δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε ἀδελφοὺς, Σίμωνα τὸν καλούμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν · ἤσαν γὰρ ἁλιεῖς · καὶ λέγει αὐτοῖς, [*](15 Matth. 4, 12.)

v.3.p.591
δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώ- πων.

οἷ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθη- ’σαν αὐτῷ. καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφοὺς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὑτῶν, καὶ ἐκάλεσεν αὐτούς· οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὑτῶν ἠκολούθησαν αὐτῷ.

καὶ περιῆγεν ὁ Ἰησοῦς ὅλην τὴν Γαλιλαίαν, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ Ttd- ’σαν μαλακίαν ἐν tco λαῷ, καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐ- τοῦ εἰς ὅλην τὴν Συρίαν, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ^ ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, δαιμονιζομένους, καὶ σελη- νιαζομένους, καὶ παραλυτικοὺς, καὶ ἐθεράπευσεν αὐτοὺς, καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας.”

ὅλα δὲ ταῦτα ἐκτέθειμαι τῆς προφητείας ἕνεκεν τῇ Γαλιλαίᾳ μέγα φῶς ἔσεσθαι ἐπαγγελλομένης, τῇ τε χώρᾳ Ζαβουλὼν καὶ Νεφθα- λεὶμ, οὐδετέρᾳ τυγχανούσῃ τῆς Γαλιλαίας τῶν ἐθνῶν. διὰ τί δὲ ἐπὶ τῆς Γαλιλαίας τῶν ἐθνῶν τὰς πλείστας ἐποιήσατο διατριβάς; τῆς ἀπάντων τῶν ἐθνῶν κλή- σεως προοίμια καταβαλλόμενος ’ ἐντεῦθεν γοῦν ὁρμω- μένους τοὺς αὑτοῦ μαθητὰς ἀνακέκλητο.

διὸ μετὰ βραχέα τοὐ εὐαγγελίου εὑρήσεις ἀπὸ τῆς Γαλιλαίας τὸν Ματθαῖον κεκλημένον, καὶ ἐν ἑτέρῳ δὲ πάλιν τὸν Λευίν. καὶ ὁ Φίλιππος δὲ κατὰ τὸν Ἰωάννην ἀπὸ Βηθσαιδὰ ὡρμᾶτο ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου ’ καὶ αὕτη δὲ τῆς Γαλιλαίας ἦν. ἀλλὰ καὶ παρ’ αὐτῷ τῷ εὐαγγελιστῇ γάμος ἐγένετο ἐν Εανᾷ τῆς Γαλιλαίας, ἔνθα παραδόξως ὁ κύριος τὸν ἐξ ὕδα-

v.3.p.592
τος οΐνον μετασκενάσας “αρχήν αυτόθι τών σημείων έποιήσατο, οτε καϊ έφανέρωσε τήν δόξαν αυτόν, καϊ έπίστενσαν οί μαθηταί.”

θέα δε εί μή αυτό τούτο πρώτον τού σωτήρος ημών θαύμα έν Κανά τής Γαλι- λαίας γενόμενον έπϊ της τού οίνον μεταβολής θεσπί- ξων έν άρχη τής προφητείας παρίστησιν ό παρών λόγος, φάσκων τούτο πρώτον πίε, ταχύ ποίει, χωρα Ζαβονλών και γη Νεφθαλεϊμ, Γαλιλαία τών έθνών.”

εί σνμβολον ην τό παράδοξον μυστικωτέρου κράματος, μεταβληθέντος έκ τής σωματικωτέρας έπι τήν νοερά ν και πνενματική ν ευφροσύνην τού πιατι- κού τής καινής διαθήκης κράματος, όρα μήποτε και τούτο τοΐς περϊ τής Γαλιλαίας δηλονμένοις ακολού- θως ηνίττετο, θεοπίξων ως άρα μελλήσουσιν έπϊ τη Χριστού παρουσία πρώτιστοι πάντων οί τήν Ζαβού- λών και Νεφθαλεϊμ οίκούντες, άλλ' ούχ οί τήν 7ου- δαίαν καϊ τήν Ιερουσαλήμ, τον πόματος τού εύαγ- γελικού κηρύγματος μεταλήφεσθαι.

αίτίαν δε τούτοις τής ευφροσύνης φησϊ γενέσθαι τήν τού μεγά- λου φωτός έκλαμφιν, οΐ προ τής παρουσίας έν σκότει καθεζόμενοι έν χώρα και σκιά θανάτου διήγον' άνα- τεταλκότος αύτοΐς τού σωτηρίου φωτός, τούτον ευφρανθήσονται τον τροπον, ως οί ευφραινομενοι έν αμητώ, καϊ όν τρόπον οί διαιρούμενοι σκύλα.

καϊ ταύτα δ\ έργω έπληρούτο, οτε τούς αποστόλους ὁ σωτήρ καϊ κύριΰς ημών από τής Γαλιλαίας προσκα- λεσάμενος τά παράδοξα τών έργων καϊ τήν διδασκα- λίαν αύτοΐς έπεδείκνυτο.