Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ταῦτα γὰρ οὐκ ἂν ὡς πρὸς θεὸν λέγεσθαι ἁρμόσαι, πρὸς δὲ τὸ σκήνωμα αὐτοῦ, ὅπερ δι’ ἡμὰς ἀνείληφεν, ὅτε ὁ λόγος ‘σὰρξ ἐγένετο καὶ ἔσκήνωσεν ἐν ἡμῖν.” δοκεῖ δέ μοι καλῶς ἔχειν ὑπὲρ ἀκριβοῦς βεβαιώσεως τῶν εἰρημένων καὶ τὰς τῶν λοιπῶν ἑρμηνευτῶν παραθεῖναι φωνάς · ὧν ὁ μὲν Ἀκύλας οὕτως ἔφησεν ‟ ὅτι σὺ, κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκας οἰκητήριόν σου.
οὐ μεταχθήσεται πρὸς σὲ κακὰ, καὶ ἁφὴ οὐκ ἐγγιεῖ ἐν σκέπῃ σου · ὅτι ἀγγέλοις αὑτοῦ ἐντελεῖται τοῦ φυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.” ὁ δὲ Σύμμαχος ‟σὺ γὰρ, κύριε, ἀφοβία μου, ὑψίστην ἔθου τὴν οἴκησίν σου.
οὐ κατισχύσει σου κακὸν, οὐδὲ ἁφὴ ἐγγιεῖ τῇ σκηνῇ σου. ὅτι τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς.” οὐκοῦν διὰ τούτων αὐτῶν τῷ κυρίῳ λέλεκται ὡς περὶ ἑτέρου μείζονος τὸ ‟τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάσσειν σε ἐν πάσαις ταῖς ὁδοῖς. ἐπὶ χειρῶν ἀροῦσί σε δηλαδὴ σὲ τὸν κύριον) μήποτε σὺ ὁ κύριος προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ”
ταύταις δὲ καὶ ὁ διάβολος ταῖς λέξεσιν ἐν τῷ κατὰ τοῦ σωτῆρος ἡμῶν πειρασμῷ κέχρηται ὅτε ‘‘παραλαβὼν αὐτὸν εἰς τὴν ἁγίαν ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἷπεν αὐτῶ, εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω. γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, [*](7 Jo. 1, 15. 26 Matth. 4, 5.)
εἶτ’ ἐπεὶ ἐν τῷ πειρασμῷ μετὰ τῶν θηρίων, κατὰ τὸν εὐαγγελιστὴν, διέτριβε, ποίων δὲ οὐκ ἀναγέγραπται, σαφέστερον τοῦτο αὐτὸ ἡ τοῦ Ψαλμοῦ προφητεία τὰ εἴδη τῶν θηρίων αἰνιττομένη φησὶν ‟ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.”
αὐτὸς μὲν οὖν τὰ ἀρχικώτατα τῶν νοητῶν θηρίων, λέοντα καὶ δράκοντα, ἀσπίδα τε καὶ βασιλίσκον, αὐτὸν δηλαδὴ τὸν διάβολον, καὶ τὰς μετ’ αὐτὸν ἀρχοντικὰς καὶ πονηρὰς δυνάμεις καταπατήσειν μεμαρτύρηται. 2(). τοῖς δὲ τὴν ὁμοίαν ἀρετὴν αὐτῶ κεκτημένοις μαθηταῖς καὶ ἀποστόλοις αὑτοῦ τὴν ἐξουσίαν αὐτὸς τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων δωρεῖται οὐκ ἐῶν αὐτοὺς πειρασθῆναι ὑπὲρ ὃ δύναιντο μόνου γὰρ ἢν αὐτοῦ τὸ τὰς χείρους ὲν πονηρίᾳ δυνάμεις καὶ αὐτὸν δὴ τὸν πάντων ἄρχοντα καὶ τύραννον τοῦ αἰῶνος τούτου τῇ ἐνθέῳ αὐτοῦ δυνάμει καθαιρεῖν.
Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν, ἡ γῆ Νεφθαλεὶμ, καὶ οἶ λοιποὶ οἷ τὴν παραλίαυ κατοικοῦντες, καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα, καὶ τοῖς κατοικοῦσιν ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ’ ὑμᾶς. τὸ πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφραν- [*](17 Luc. 10, 19. Cor. 1, 10, 13. 22 Es. 9, 1.)
Πρὸς ἅπασι τοῖς ἄλλοις ἐπληροῦτο καὶ ταῦτα ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοὐ θεοῦ, ὅτε κατὰ τὸν θαυμαστὸν εὐαγγελιστὴν ‘ἀκούσας ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν, καὶ καταλιπὼν τὴν Ναζαρὲθ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν, ἐν Ζαβουλὼν καὶ Νεφθαλεὶμ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος, γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλεὶμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος σκότει φῶς εἶδε μέγα, καὶ τοῖς κατοικοῦσιν ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς. ἀπὸ τότε γοῦν ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, μετανοεῖτε, ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.
παράγων δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε ἀδελφοὺς, Σίμωνα τὸν καλούμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν · ἤσαν γὰρ ἁλιεῖς · καὶ λέγει αὐτοῖς, [*](15 Matth. 4, 12.)
οἷ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθη- ’σαν αὐτῷ. καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφοὺς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὑτῶν, καὶ ἐκάλεσεν αὐτούς· οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὑτῶν ἠκολούθησαν αὐτῷ.
καὶ περιῆγεν ὁ Ἰησοῦς ὅλην τὴν Γαλιλαίαν, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ Ttd- ’σαν μαλακίαν ἐν tco λαῷ, καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐ- τοῦ εἰς ὅλην τὴν Συρίαν, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ^ ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, δαιμονιζομένους, καὶ σελη- νιαζομένους, καὶ παραλυτικοὺς, καὶ ἐθεράπευσεν αὐτοὺς, καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας.”
ὅλα δὲ ταῦτα ἐκτέθειμαι τῆς προφητείας ἕνεκεν τῇ Γαλιλαίᾳ μέγα φῶς ἔσεσθαι ἐπαγγελλομένης, τῇ τε χώρᾳ Ζαβουλὼν καὶ Νεφθα- λεὶμ, οὐδετέρᾳ τυγχανούσῃ τῆς Γαλιλαίας τῶν ἐθνῶν. διὰ τί δὲ ἐπὶ τῆς Γαλιλαίας τῶν ἐθνῶν τὰς πλείστας ἐποιήσατο διατριβάς; τῆς ἀπάντων τῶν ἐθνῶν κλή- σεως προοίμια καταβαλλόμενος ’ ἐντεῦθεν γοῦν ὁρμω- μένους τοὺς αὑτοῦ μαθητὰς ἀνακέκλητο.