Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ ἔσται ταῦτα, φησὶ, περὶ σὲ τὸν Χριστὸν τοῦ θεοῦ, ‟ ἐπειδήπερ σὺ αὐτὸς, ὦ κύριε, ὃς τυγχάνεις ὢν ἡ ἐμὴ ἐλπὶς, τὸν ὕψιστον ἔθου καταφυγήν φυγήν σου.”

ἔνθα καὶ ἐπιστήσεις τίνα τρόπον ὁ προφήτης πρὸς αὐτὸν τὸν κύριόν φησιν ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου,” διαιρῶν ἀκριβῶς ἕτερον ἰδίως κύριον καὶ τὸν τούτου πατέρα θεὸν ὕψιστον.

διὸ ἐπειδήπερ αὐτὸν ὡς πατέρα καὶ θεὸν ὕψιστον καταφυγὴν ἑαυτοῦ ὁ Χριστὸς τέθειται, λέλεκται αὐτῷ τὸ ‟ οὐ προσελεύ- σεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, ὅτι τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.”

καὶ ἐπιμελῶς γε τήρει τίνα τρόπον ἐν τῷ ‟ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου” τὸ κύριε διὰ τοῦ τετραγράμμου ὀνόματος ἐν τῷ Ἑβραϊκῷ φέρεται, ὅπερ ἀνεκφώνητον εἶναι λέγοντες Ἑβραίων παῖδες ἐπὶ μόνου τοῦ θεοῦ παραλαμβάνειν εἰώθασιν, ἡμεῖς δὲ καὶ ἐπὶ τῆς τοῦ λόγου θεότητος ἐν πλείσταις κείμενον γραφαῖς προαπεδείξαμεν, ὥσπερ καὶ ἐν τῷ μετὰ χεῖρας Ψαλμῷ, ὅς φησιν εἰς πρόσωπον αὐτοῦ τοῦ κυρίου ‟ ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου, ” μονονουχὶ λέγων ὅτι σὺ αὐτὸς, ὦ κύριε, ὃς ἐμοῦ τοῦ ταῦτα προφητεύοντος ἐλπὶς ὢν τυγχάνεις, μείζονα σαυτοῦ τὸν θεὸν τὸν ὕψιστον εἰδὼς ἐκεῖνον, αὐτὸν ἔθου καταφυγήν σου.

ὅθεν καὶ ἐν ἀρχῇ ἐλέγετο

v.3.p.587
τοῦ Ψαλμοῦ περὶ τοῦ αὐτοῦ ‟ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται, ἐρεῖ τῷ κυρίῳ, ἀντιλήπτωρ μου εἷ καὶ καταφυγή μου, ὁ θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ᾿ αὐτόν.’