Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἐπειδὴ τοίνυν οὗτος, φησὶν, ὑπήκοος μοι γενόμενος μορφὴν δούλου εἴληφε, καὶ γέγονε παιδίον ἀγαπητὸν ἐμοὶ, πᾶσαν τὴν ἐμὴν ἐκτελέσας βουλὴν, διὰ τοῦτο αὐτὸν μὲν ἀπὸ τῆς Αἰγύπτου εἰς ἣν ἐνανθρωπήσας κατελήλυθεν, οὕτω δηλουμένου τοῦ περιγείου τόπου, ἢ καὶ ἐξ αὐτῆς τῆς προχείρου, οἷα γνήσιον καὶ ἀγαπητὸν υἱὸν ἀνεκαλεσάμην· ὑμὰς δὲ, τοὺς πρὸς οὓς ὁ λόγος, σὺν καὶ τῇ ὑμετέρᾳ βασιλείᾳ ὄλεθρος καὶ ἀπώλεια παραλήψεται.
ταῦτα μὲν ἡ προφητεία· πρόδηλον δὲ ὅπως ἀπὸ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων πολιορκηθείσης τῆς Ἱερουσαλὴμ καθῃρέθη καὶ εἰς τὸ παντελὲς ἀπερρίφη ἡ μέχρι τότε συστᾶσα τοῦ Ἰουδαίων ἔθνους αὐτονομία τε καὶ ἀρχή.
πλὴν ἀλλὰ τρίτον ἤδη τὰ περὶ τῆς Αἰγύπτου καὶ τῆς αὐτόθι ἀφίξεως αὐτοῦ πεπροφήτευται. εἰ δέ τις αὐτὰ μηδαμῶς ἐφαρμόζειν ἐπὶ τὸν ἡμέτερον λέγοι σωτῆρα, ἀλλά γε τῆς τοῦ Ματθαίου παραθέσεως ἀπὸ
‟Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. πάσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος, καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, αἱ τραχεῖαι εἰς ὁδοὺς λείας. καὶ ὀφθήσεται ἡ δόξα κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ, ὅτι κύριος ἐλάλησεν.”
Ἔδει καὶ ταύτην ἐπὶ τῶν χρόνων τοῦ σωτῆρος ἡμῶν ἐπὶ πέρας ἐλθεῖν τὴν πρόρρησιν. διόπερ κατὰ τὸν εὐαγγελιστὴν Λουκᾶν ‟ἐν ἔτει πεντεκαιδεκάτῳ ἡγεμονίας Τιβερίου Καίσαρος, ἐπιτροπεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τῶν τούτῳ συναριθμουμένων, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην, τὸν τοῦ Ζαχαρίου υἱὸν, ἐν τῇ ἐρήμῳ· ὃς ἐλθὼν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου ἐκήρυσσε βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.” τούτοις δ’ οὖν ὁ εὐαγγελιστης ἐπιμαρτυρεῖ λέγων καθὼς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου” καὶ τὰ ἑξῆς.
τί δὴ οὖν ἐβόα ἡ διὰ τοῦ Ἰωάννου φωνὴ ἐπὶ [*](2 Num. 24, 8. 9 Es. 40, 3. 18 Luc. 3, 1.)
καὶ ταῦτά γε συνετελεῖτο προπαρασκευάζοντος Ἰωάννου τοὺς ὀψομένους τὴν δόξαν κυρίου, καὶ τὸ καλούμενον σωτήριον τοῦ θεοῦ, οὐκ ἄλλον ὅντα τοῦ Χριστοῦ, ὡς ἐμαρτύρει λέγων ‟ ἐγὼ μὲν ὑμὰς ὕδατι βαπτίζω, ἔρχεται δὲ ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὑ οὐκ εἰμὶ ἄξιος τὰ ὑποδήματα βαστάσαι, αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί.”
ὃς καὶ ἰδὼν τὸν Ἰησοῦν ἐρχόμενον ἀνεφώνησεν ‟ ἰδὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον, ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονε.” τὸν αὐτὸν δὲ εἶναι τὸ σωτήριον τοῦ θεοῦ καὶ ὁ Συμεὼν ἐμαρτύρησεν, ὃς λαβὼν ἐπὶ ταῖς ἀγκάλαις βρέφος ὄντα τὸν Ἰησοῦν ἔφη ‟νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου; ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὁ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθυῶν.“
οἷς συνᾴδει καὶ ὁ προφήτης καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ ” τὸ γὰρ πάσα σὰρξ ἀντὶ πάντων εἴρηται τῶν ἐθνῶν