Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἐξωλό- I θρευσε γὰρ λεληθότως ἅρματα καὶ ἵππον καὶ πᾶν τό- ξον πολεμικὸν ἡ τοῦ σωτῆρος ἡμῶν ἔνθεος δύναμις κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν ἐκ τῆς σωματι- κωτέρας Ἰερουσαλὴμ καὶ τοῦ καλουμένου Ἐφραὶμ λαοῦ· διὸ ἐξ ἐκείνου καὶ εἰς δεῦρο οὐκέτι συνέστη αὐτῶν τὸ βασίλειον, οὐδὲ ἡ πάλαι ἐν πολέμοις ἰσχύ- σασα παρασκευή τε αὐτῶν καὶ ὁπλιτικὴ δύναμις.
καλῶς δὲ ἐν τούτοις τὸν πάντα τῶν Ἰουδαίων λαὸν Ἐφραὶμ ὠνόμασεν, ἀλλ’ οὐχὶ Ἰσραὴλ οὐδὲ Ἰού- δαν, ἴνα μὴ τὰς σεμνοτέρας διαβάλλοι προσηγορίας.
εὕροις δ’ ἂν καὶ ἐν ταῖς ἄλλαις προφητείαις τὸ πὰν ἔθνος Ἐφραὶμ μετὰ πολλῆς διαβολῆς καὶ κατη- γορίας ὠνομασμένον, ὥσπερ καὶ νῦν. μετὰ γοῦν τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, μηκέθ’ ὁμοίως ὡς τὸ πρὶν διῃρημένου τοῦ λαοῦ, τίνας ἦν εἰκὸς δηλοῦσθαι διὰ τοῦ Ἐφραὶμ ἢ αὐτοὺς τοὺς τὴν Ἰερουσαλὴμ οἰκοῦν- τὰς; ὣν τὴν πολεμικὴν καὶ ὁπλιτικὴν δύναμιν μέχρι τῶν ‘ρωμαι·κῶν χρόνων διαρκέσασαν ἡ τοῦ σωτῆρος ἡμῶν παρουσία ἐνθέῳ καὶ ἀπορρήτῳ δυνάμει καθεῖ- λεν ὁμοίως τῇ προφητείᾳ.
ταῦτα δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν εὐαγγελίζεται ὁ λόγος, οὐχ ἀπλῶς χαίρειν, ἀλλὰ καὶ σφόδρα χαίρειν αὐτῇ παρακελευόμενος, διὰ τὴν τοῦ θεοῦ λόγου εἰς αὐτὴν παρουσίαν ^ ἣν καὶ
καὶ τὸ ἐξῆς δὲ ἐπληροῦτο ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν παρουσίᾳ.
εἰρήνη γοῦν ἐξ ἐθνῶν γέγονεν ἀπὸ τῶν χρόνων τῆς ἀφίξεως αὐτοῦ οἵα οὐδεπώποτε· οὐκέτι γοῦν πόλεις πόλεσιν, έ)ς τὸ πρὶν, πολεμοῦσιν, οὐδὲ ἔθνη ἔθνεσι συρράσσουσιν, οὐδ’ ὡς τὸ παλαιὸν ὁ τῶν ἀνθρώπων βίος ἀκαταστα- τεῖ, οὐδ’ Αθηναῖοι μὲν Λακεδαιμοḿοις ἐπιστρατεύ- ονται, Σύροι δὲ Φοίνιξιν, Ἀράβιοι δὲ Παλαιστίνοις, καὶ Αἰγύπτιοι τοῖς πλησιοχώροις.
ἥνωται δὲ ἐξ ἐκείνου σὺν θεῷ τὰ πάντα, καὶ ἀληθῶς πλῆθος εἰ- ρήνης ἐξ ἐθνῶν ἐξ ἐκείνου καὶ εἰς δεῦρο γέγονεν ἀκο- λούθως τῇ προφητείᾳ· μόνος δὲ Ἰησοῦς καὶ ὁ δι’ αὐτοῦ κηρυχθεὶς τῆς εὐαγγελικῆς διδασκαλίας λόγος ἦρξεν τῶν ἀπὸ θαλάσσης ἕως θαλάσσης ἑῴας καὶ τῆς κατὰ δυόμενον ἥλιον, καὶ ἀπὸ ποταμῶν εἰς τὰς διεκβολὰς τῆς γῆς, ἀκολούθως τοῖς ἐν τῷ προφήτῃ προλελεγμένοις.
ἅπερ καὶ ὁ ^ Ἀκύλας ὧδέ πως ἡρμήνευσεν εἰπὼν καὶ λαλήσει εἰρήνην ἐν τοῖς ἔθνεσι, καὶ ἡ ἐξουσία αὐτοῦ ἀπὸ θαλάσσης ἴως θα- λάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς γῆς. ταῦτα δὲ τοῖς ἐν τῷ ὶVαλμῷ σύγκρινον τῷ ἐπιγεγραμ- μένῳ εἰς Σολομῶνα περὶ τοῦ υἱοῦ τοῦ βασιλέως, δη- Λάδη τοῦ ἐκ σπέρματος Σολομῶνος προελευσομένου, λεγομένοις, περὶ οὗ φησιν ὁ ΗΓαλμὸς ’ καὶ κατακυ- ριεύσει ἀπὸ θαλάσσης ἴως θαλάσσης, καὶ ἀπὸ ποτα- μῶν ἴως περάτων τῆς οἰκουμένης.”