Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
τὰ μὲν τῆς πρώτης ἀφίξεως τῆς ἐνανθρωπικωτέρας καὶ ταπεινῆς μετὰ τῶν ἄλλων καὶ τοῦτο ἔχει μέγα δεῖγμα καὶ σημεῖον, τὸ πρᾶον λέγεσθαι καὶ ἡσύχιον, ἥξειν τε ὀχούμενον ὑποζυγίῳ προφητεύεσθαι· τοῦτο γὰρ κοινοῦ καὶ ἀνθρωπίνου βίου γένοιτ’ ἂν τεκμήριον· τὰ δὲ τῆς δευτέρας καὶ ἐνθέου λαμπρότατα δηλοῦται διὰ τῆς ἐπὶ νεφελῶν οὐρανοῦ παρακομιδῆς καὶ τῆς αἰωνίου πάντων τῶν ἐθνῶν βασιλείας.
καὶ ἦν γε καλὸν ἀμφοτέρας παραθεῖναι τοῖς ἐκ περιτομῆς, λόγον τε αὐτοὺς ἀπαιτῆσαι πῶς ἂν σώσαιεν τὰς προφητείας, μίαν ἄφιξιν Χριστοῦ προσδοκῶντες · ἐπεὶ γὰρ ἑκατέραν τῶν παρατεθεισῶν προφητειῶν καὶ αὐτοὶ τὸν Χριστὸν ὁρᾶν ὁμολογοῦσιν, ὥρα λέγειν καὶ πυνθανομένοις ἡμῖν ἀποκρίνασθαι, πῶς οἷόν τε ὑφ’ ἔνα καὶ τὸν αὐτὸν καιρὸν καὶ ὑπὸ μίαν ἄφιξιν ἐπὶ νεφελῶν οὐρανοῦ [*](5 Dan. 7, 9.)
μυρίας δ’ οὖν τοιαύτας καὶ ἄλλας περὶ τοῦ Χριστοῦ προφητείας συναγαγὼν, παραθείς τε καὶ συγκρούσας τὰ διαφόρως σημαινόμενα, ἐναργέστατα καταλήψῃ τινὰς μὲν τῆς πρώτης αὐτοῦ παρουσίας δηλώματα περιεχούσας, πεπληρωμένας κατὰ τὴν πρώ- τὴν ἐπιφάνειαν αὐτοῦ, τινὰς δὲ εἰς τὴν δευτέραν αὐ- - τοῦ καὶ ἔνδοξον ἄφιξιν ἀναφερομένας.
ἐξωλό- I θρευσε γὰρ λεληθότως ἅρματα καὶ ἵππον καὶ πᾶν τό- ξον πολεμικὸν ἡ τοῦ σωτῆρος ἡμῶν ἔνθεος δύναμις κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν ἐκ τῆς σωματι- κωτέρας Ἰερουσαλὴμ καὶ τοῦ καλουμένου Ἐφραὶμ λαοῦ· διὸ ἐξ ἐκείνου καὶ εἰς δεῦρο οὐκέτι συνέστη αὐτῶν τὸ βασίλειον, οὐδὲ ἡ πάλαι ἐν πολέμοις ἰσχύ- σασα παρασκευή τε αὐτῶν καὶ ὁπλιτικὴ δύναμις.
καλῶς δὲ ἐν τούτοις τὸν πάντα τῶν Ἰουδαίων λαὸν Ἐφραὶμ ὠνόμασεν, ἀλλ’ οὐχὶ Ἰσραὴλ οὐδὲ Ἰού- δαν, ἴνα μὴ τὰς σεμνοτέρας διαβάλλοι προσηγορίας.
εὕροις δ’ ἂν καὶ ἐν ταῖς ἄλλαις προφητείαις τὸ πὰν ἔθνος Ἐφραὶμ μετὰ πολλῆς διαβολῆς καὶ κατη- γορίας ὠνομασμένον, ὥσπερ καὶ νῦν. μετὰ γοῦν τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, μηκέθ’ ὁμοίως ὡς τὸ πρὶν διῃρημένου τοῦ λαοῦ, τίνας ἦν εἰκὸς δηλοῦσθαι διὰ τοῦ Ἐφραὶμ ἢ αὐτοὺς τοὺς τὴν Ἰερουσαλὴμ οἰκοῦν- τὰς; ὣν τὴν πολεμικὴν καὶ ὁπλιτικὴν δύναμιν μέχρι τῶν ‘ρωμαι·κῶν χρόνων διαρκέσασαν ἡ τοῦ σωτῆρος ἡμῶν παρουσία ἐνθέῳ καὶ ἀπορρήτῳ δυνάμει καθεῖ- λεν ὁμοίως τῇ προφητείᾳ.
ταῦτα δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν εὐαγγελίζεται ὁ λόγος, οὐχ ἀπλῶς χαίρειν, ἀλλὰ καὶ σφόδρα χαίρειν αὐτῇ παρακελευόμενος, διὰ τὴν τοῦ θεοῦ λόγου εἰς αὐτὴν παρουσίαν ^ ἣν καὶ