Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ὥσπερ δὲ τοὺς ἀσθενεῖς καὶ σαθροὺς καὶ τῆς αὐτοῦ θεραπείας δεομένους οὐ παρεώρα, οὐδὲ μετανοοῦντας κατακρίνων συνέτριβεν, οὕτως οὐδὲ τοὺς τοῖς κακοῖς ἐπιμένοντας καὶ ὑπὸ τῶν παθῶν τυφομένους ἐσβέννυε, κωλύων παρὰ τὴν αὐτῶν προαίρεσιν ἐνεργεῖν, οὐδὲ μὴν παρὰ καιρὸν ἐτιμωρεῖτό τινα τούτων, τὴν κατ’ ἀξίαν αὐτῶν κόλασιν εἰς τὸν τῆς καθόλου κρίσεως ἕως καιρὸν ὑπερτιθέμενος·
διὸ λέλεκται ‟ καὶ λίνον τυφόμενον οὐ σβέσει.” ἄντικρυς δὲ πέρας εἴληφε τὸ ‟ καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.” ἐπὶ μόνῳ γοῦν τῷ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὀνόματι ἤλπισε τὰ Χριστιανῶν ἔθνη, τὴν ἐπωνυμίαν αὐτοῦ ὡς πατρὸς ἧς παρειλήφασιν εὐσεβείας ἐπιγραφόμενα.
καὶ γὰρ εἰς φῶς οὐκ ἄλλοις ἢ τοῖς ἔθνεσι δεδόσθαι προπεφώνηται, δι’ αὐτοῦ τε τῇ προρρήσει ἀκολούθως ὀφθαλμοὶ τυφλῶν τῶν πάλαι τὴν διάνοιαν πεπηρωμένων, καὶ οὐ μόνον τούτων, ἀλλὰ καὶ τῶν αὐτὸ τὸ σῶμα ἠφανισμένων, καὶ οἶ δεσμοῖς τε καὶ σειραῖς ἁμαρτιῶν, ἐν σκότει καὶ ἀγνοίᾳ τῆς ἀληθοῦς εὐσεβείας τὸ πρὶν κεκαλινδημένοι, δι’ αὐτοῦ τῶν ἁμαρτιῶν λυθέντες, τοῦ φωτὸς τῆς γνώσεως καὶ τῆς παρὰ τῷ θεῷ ἐλευθερίας ἠξίωνται.
καὶ σὺ δὲ ἐπὶ σχολῆς τοῖς ἀποδεδομένοις ἀκολούθως βασανίσας τὴν λέξιν ἐπὶ μόνῳ ἂν εὕροις τῷ κυρίῳ καὶ σωτῆρι ἡμῶν ἕκαστον ἀκριβῶς τῶν δι’ αὐτῆς δηλουμένων πεπληρωμένον.
‟ τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ Σεραφεὶμ εἱστήκεις κύκλῳ αὐτοῦ. ” εἶθ’ ὑποβάς φησι ‟ καὶ ἤκουσα τῆς φωνῆς κυρίου λέγοντος, τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με, καὶ εἶπε, πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ 5 ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὑτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι,, καὶ ἰάσωμαι ”.
Ἔχεις καὶ τούτων τὸ ἀποτέλεσμα ἐπὶ τοῦ σωτῆρος ἡμῶν, κατὰ μὲν τὸν Ἰωάννην φήσαντα ‟ τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευσαν εἰς αὐτὸν, ἔνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν ‟ κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν· εἶπε γὰρ πάλιν Ἠσαίας, τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἔνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ νοήσωσι τῇ καρδίᾳ, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι ”