Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
οἷς ἐπιφέρει λέγων "xal ταῦτα πάντα γέγονε,” τουτέστι τὸ ἀναχωρεῖν αὐτὸν καὶ τὸ ἐκκλί- νεῖν τοὺς ἐπιβούλους, καὶ τὸ λανθάνειν σπουδάζειν ἐν οἷς ἔπραξε παραδόξοις, καὶ τὸ παρεγγυᾶν τοῖς θεραπευομένοις μὴ φανερὸν αὐτὸν ποιεῖν ‘‘ἴνα πλη- ρωθῆ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος, ἰδοὺ ὁ παῖς μου, εἰς ὃν εὐδόκησα, ὁ ἀγαπητός μου, ὃν ᾑρέ- τισεν ἡ ψυχή μου. θήσω τὸ πνεῦμά μου ἐπ’ αὐτὸν, H καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσεταί τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἴως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.”
τήρει δὲ ἐπιμελῶς τίνα τρόπον ὁ Ματ- θαῖος εἰπὼν ‘ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ὰγαπη- τός μου, ἐν ᾧ εὐδόκησεν ἡ ψυχή μου οὔτε τοῦ Ια- κὼβ οὔτε τοῦ Ἰσραὴλ ἐμνήσθη. οὐ γὰρ εἶπεν Ἰακὼβ ὁ παῖς μου, Ἰσραὴλ ὁ ἐκλεκτός μου, ἀορίστως δὲ ἐξή- νεγκεν εἰπὼν “ἰδοὺ ὁ παῖς μου καὶ ὁ ἀγαπητός μου.
ὅθεν, ὡς μηδὲ ἐν τῷ Ἑβραικῷ τῆς προφητείας κει- μένῃς, παρὰ μὲν τοῖς ἑβδομήκοντα ὠβέλισται τὸ τοῦ Ἰακὼβ καὶ τὸ τοῦ Ἰσραὴλ ὄνομα, καὶ παρὰ τοῖς λοι- ποῖς δὲ ἑρμηνευταῖς παρασεσιώπηται, ἐπεὶ μηδ’ ἐν τῷ Ἑβραικῷ φέρεται.
ἔνθεν εἰκότως οὐδὲ παρὰ τῷ εὐαγγελιστῇ εἴρηται Eβραίῳ ὄντι καὶ ἀκολούθως τῇ Ἑβραίων γραφἢ̣ τὴν προφητείαν ἐκθεμένῳ. τοι- γαροῦν οὐδὲ κατὰ διάνοιαν τῷ ἐκ περιτομῆς λαῷ τὰ θεσπιζόμενα ἁρμόζει, μόνῳ δὲ τῷ Χριστῷ τοῦ θεοῦ μαρτυρουμένῳ ὑπὸ τῆς ἐναργείας καὶ τῆς τῶν πρα- γμάτων ἐκβάσεως. μόνος γὰρ οὗτος τὴν μέλλουσαν κρίσιν τοῖς ἔθνεσι προεκήρυξεν, ἡσυχῆ τῷ βίῳ τῶν ἀνθρώπων ἐπιδημήσας, καὶ κρίσιν ἐπὶ τῆς γῆς θέμε-
ὥσπερ δὲ τοὺς ἀσθενεῖς καὶ σαθροὺς καὶ τῆς αὐτοῦ θεραπείας δεομένους οὐ παρεώρα, οὐδὲ μετανοοῦντας κατακρίνων συνέτριβεν, οὕτως οὐδὲ τοὺς τοῖς κακοῖς ἐπιμένοντας καὶ ὑπὸ τῶν παθῶν τυφομένους ἐσβέννυε, κωλύων παρὰ τὴν αὐτῶν προαίρεσιν ἐνεργεῖν, οὐδὲ μὴν παρὰ καιρὸν ἐτιμωρεῖτό τινα τούτων, τὴν κατ’ ἀξίαν αὐτῶν κόλασιν εἰς τὸν τῆς καθόλου κρίσεως ἕως καιρὸν ὑπερτιθέμενος·
διὸ λέλεκται ‟ καὶ λίνον τυφόμενον οὐ σβέσει.” ἄντικρυς δὲ πέρας εἴληφε τὸ ‟ καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.” ἐπὶ μόνῳ γοῦν τῷ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὀνόματι ἤλπισε τὰ Χριστιανῶν ἔθνη, τὴν ἐπωνυμίαν αὐτοῦ ὡς πατρὸς ἧς παρειλήφασιν εὐσεβείας ἐπιγραφόμενα.
καὶ γὰρ εἰς φῶς οὐκ ἄλλοις ἢ τοῖς ἔθνεσι δεδόσθαι προπεφώνηται, δι’ αὐτοῦ τε τῇ προρρήσει ἀκολούθως ὀφθαλμοὶ τυφλῶν τῶν πάλαι τὴν διάνοιαν πεπηρωμένων, καὶ οὐ μόνον τούτων, ἀλλὰ καὶ τῶν αὐτὸ τὸ σῶμα ἠφανισμένων, καὶ οἶ δεσμοῖς τε καὶ σειραῖς ἁμαρτιῶν, ἐν σκότει καὶ ἀγνοίᾳ τῆς ἀληθοῦς εὐσεβείας τὸ πρὶν κεκαλινδημένοι, δι’ αὐτοῦ τῶν ἁμαρτιῶν λυθέντες, τοῦ φωτὸς τῆς γνώσεως καὶ τῆς παρὰ τῷ θεῷ ἐλευθερίας ἠξίωνται.
καὶ σὺ δὲ ἐπὶ σχολῆς τοῖς ἀποδεδομένοις ἀκολούθως βασανίσας τὴν λέξιν ἐπὶ μόνῳ ἂν εὕροις τῷ κυρίῳ καὶ σωτῆρι ἡμῶν ἕκαστον ἀκριβῶς τῶν δι’ αὐτῆς δηλουμένων πεπληρωμένον.