Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
‟ Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα, παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε, ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμὰς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὤτα κωφῶν ἀκούσονται, τότε ἀλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανῆ ἔσται γλῶσσα μογιλάλων.”
Καὶ τούτων ἔχεις ἐν τοῖς εὐαγγελίοις τὰ ἀποτελέσματα τοῦτο μὲν ὁπηνίκα τῷ σωτῆρι καὶ κυρίῳ ἡμῶν προσέφερον παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον, ὃν καὶ ὑγιῆ λόγῳ κατεστήσατο, τοῦτο δὲ ὅτε μυρίοι τυφλοὶ καὶ δαιμονιῶντες, ἔτι μὴν διαφόροις νόσοις καὶ μαλακίαις καταπονούμενοι, πρὸς τῆς αὐτοῦ σωτηρίου δυνάμεως τῶν παθῶν ἀπηλλάττοντο·
οὐ μὴν ἀλλὰ καὶ δι’ ὧν εἰσέτι νῦν καθ’ ὅλης τῆς οἰκουμένης μυρία πλήθη πολυτρόποις κακίας εἴδεσι δεδεμένα, ἀγνωσίας τε τοῦ ἐπὶ πάντων θεοῦ τὰς ψυχὰς πεπληρωμένα, θαυμασίως καὶ ὑπὲρ πάντα λόγον τοῖς τῆς διδασκαλίας αὑτοῦ φαρμάκοις ἰᾶται καὶ θεραπεύει· πλὴν ὅτι καὶ θεὸς ἐν τούτοις ἀνηγόρευται κατὰ καιρὸν, ὡς ἂν τοιαῦτα ἐνεργῶν, ἤδη πρότερον ἡμῖν ἐν ταῖς περὶ τῆς θεότητος αὐτοῦ μαρτυρίαις ἀποδέδεικται.
καὶ ἔπρεπέ γε νῦν γοῦν, εἰ καὶ ἄλλοτε, θεὸν αὐτὸν ὁμολογεῖσθαι, ὅτε καὶ ἔργα θείας καὶ ὡς ἀληθῶς ἐνθέου δυνάμεως ἐπεδείκνυτο. θεοῦ γὰρ μόνου ἦν καὶ οὐδὲ ἄλλου ῥωννύναι μὲν παρειμένους, ζωογονεῖν δὲ νεκροὺς, σωτηρίαν τε ἀσθενοῦσι παρέχειν, ἀνοίγειν τε ὀφθαλμοὺς τυφλῶν [*](2 Es. 35, 3.)
ὧν τὸ ἄπλαστον καὶ ἀληθὲς τῆς μαρτυρίας πιστοῦται διὰ βασάνων πεῖρα καὶ ἡ μέχρι θανάτου ἔνστασις, ἣν ἐπὶ βασιλέων ἀρχόντων τε καὶ ἡγεμόνων καὶ ὅλων ἐθνῶν ἐνεδείξαντο, τοῖς ὑπ’ αὐτῶν κηρυττομένοις ἀλήθειαν ἐπιμαρτυρήσαντες.