Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

θειοτέρᾳ γοῦν ἢ κατὰ Μωσέα δυνάμει κατὰ παντὸς τοῦ κόσμου τοὺς ἱεροὺς αὑτοῦ νόμους διὰ τῶν εὐαγγελιστῶν αὑτοῦ διετάξατο, μείζονι ἢ κατ’ ἄνθρωπον ἐξουσίᾳ νομοθετήσας, εἰπὼν ὅτι ‘ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐ φονεύσεις · ἐγὼ δὲ λέγω ὑμῖν μηδὲ ὀργίζεσθαι εἰκῆ, ’ καὶ τὰ τούτοις ἀκόλουθα ὅσα δὴ ἐν ταῖς ἀναγράπτοις αὐτοῦ διδασκαλίαις ἐμφέρεται, ἐφ’ οἷς μαρτυρεῖ λέγων ὁ εὐαγγελιστὴς ὅτι ἐξεπλήττοντο πάντες ἐπὶ τῇ διδαχῇ αὐτοῦ · ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἶ γραμματεῖς αὐτῶν.”

Τὸν δὲ τρόπον τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας τε καὶ νομοθεσίας ἐν ἀρχαῖς τῆς παρούσης ὑποθέσεως διελθόντες, ὅτε τὸν Χριστιανισμὸν ὅ τι ποτέ ἐστιν εἰς φανερὸν ἤγομεν, ἐπ’ ἐκεῖνα καὶ νῦν τοὺς ἐντυγχάνοντας παραπέμψομεν. ἐπιστῆσαι δὲ τῷ λόγῳ ἄξιον, δι’ ὃν ὁ κύριος ὑπισχνεῖται προφήτην ἀναστήσειν αὐτοῖς.

ἐπειδὴ γὰρ κεκελεύκει μὲν αὐτὸς τῷ Μωσεῖ ἁγνίσαι τὸν πάντα λαὸν ἐφ’ ἡμέραις τρισὶν, ὡς ἂν γένοιντο θεαταὶ ὁμοῦ καὶ ἀκροαταὶ τῆς [*](6 Ps. 2, 3. 15 Matth. 5, 21. 19 Mattli. 7, 29.)

v.3.p.599
ἐνθέου ἐπιφανείας, οἶ δὲ ἐξησθένησαν πρὸς τὴν τοῦ θεοῦ χάριν · διὸ ἐν ἀρχῇ γενόμενοι τῆς θεωρίας παρῃτοῦντο λέγοντες τῷ Μωσεῖ ” σὺ λάλει πρὸς ἡμὰς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεὸς, ἔνα μὴ ἀποθάνωμεν·” εἰκότως διὰ ταῦτα ἀποδέχεται μὲν αὐτοὺς ὁ κύριος τῆς εὐλαβείας, φησὶ δὲ ‟ πάντα ὅσα ἐλάλησαν, προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ.

οὐκοῦν καὶ τὸ αἴτιον ἐδίδαξε τοῦ δίκην προφήτου μέλλειν αὐτὸν τὴν εἰς ἀνθρώπους ἐπιφάνειαν ποιεῖσθαι · τοῦτο δ’ ἦν ἀσθένεια καὶ τῆς κρείττονος θεωρίας παραίτησις.

ἔχεις τοιγαροῦν καὶ τὴν αἰτίαν τῆς ἐνανθρωπήσεως τοῦ θεσπιζομένου προφήτου. εἰκότως οὖν προσδοκῶντες αὐτὸν οἶ ἐκ περιτομῆς ἐπυνθάνοντο τοῦ βαπτιστοῦ Ἰωάννου, καὶ ἔλεγον‘ ὁ προφήτης εἷ σύ; ὁ δὲ ἔφη, οὔ.” ἀλλ’ ὁ Ἰωάννης τἀληθὲς ὁμολογῶν οὔτε προφήτης εἶναι ἠρνήσατο, ἦν γὰρ, ἀλλὰ τὸ αὐτὸς εἶναι ὁ προφήτης ὁ πρὸς τοῦ Μώσεως δεδηλωμένος · ὅτι δὲ ἀπεσταλμένος εἴη ἔμπροσθεν τοῦ προφήτου ἐκείνου ἐδίδασκε.