Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
καὶ τυφλοῖς δὲ ἀνάβλεψιν παρεσχημένος οὐκ ὀλίγοις ἀναγέγραπται · οὐ μόνον γὰρ τοῖς τὰς ὄψεις τοῦ σώματος ἠφανισμένοις τὸ βλέπειν ἐδωρεῖτο, ἀλλά γε καὶ τοῖς πρότερον τῇ ψυχῇ τυφλώττουσιν αἴτιος τῆς κατὰ νοῦν θεωρίας καὶ τῆς ἐπιγνώσεως τοῦ τῶν ὅλων θεοῦ γέγονεν.
καὶ ἄλλως δὲ τοῖς οὖσι δεσμίοις καὶ ἀπηγμένοις αἰχμαλώτοις ὑπὸ τῆς ἀοράτου καὶ δαιμονικῆς δυνάμεως, κακῶν τε σειραῖς πεπεδημένοις, ἐλευθερίαν καὶ ἄνεσιν τῶν συνεχόντων ἐκήρυττεν, εἰ καὶ αὐτοὶ τῷ κηρύγματι πιστεύσαντες οἶα λυτρωτῇ καὶ σωτῆρι προσδράμοιεν αὐτῷ, καὶ τοῖς αὐτοῦ πεισθεῖεν παραγγέλμασι. καὶ [*](15 Matth. 5, 1.)
‟ Προφήτην ἐκ τῶν ἀδελφῶν σου ἀναστήσει σοι κύριος ὁ θεός σου, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ σου ἐν Χωρὴβ, τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, λέγοντες, οὐ προδθήσομεν ἀκοῦσαι τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν · καὶ εἶπε κύριος πρός με, ὀρθῶς πάντα ὅσα ἐλάλησαν, προφήτην ἐκ τῶν ἀδελφῶν αὐτῶν ἀναστήσω αὐτοῖς ὥσπερ σὲ, καὶ δώσω τὸ ῥῆμά μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ’ ὅ τι ἂν ἐντείλωμαι αὐτῷ, καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ πάντα ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.”
Ἐπίστησον ὅτι μηδεὶς παρ’ Ἑβραίοις Μωσεῖ παραπλήσιος προφήτης ἐγήγερται, τουτέστι νομοθέτης καὶ εὐσεβείας ἀνθρώποις εἰσηγητὴς, ἢ μόνος ὁ ἡμέτερος σωτὴρ, ὁ Χριστὸς τοῦ θεοῦ. πρὸς γοῦν τῷ τέλει τοῦ Δευτερονομίου λέγεται ‘οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωσῆς·” καὶ μὴν μυρίοι προφῆται μετὰ τοῦτον γεγόνασιν, ἀλλὰ οὐχ ὡς αὐτός.
ὅλον δὲ τοῦτο ἡ τοὐ θεοῦ ὑπόσχεσις ἐπαγγέλλεται, ἴνα τινὰ, οὐχὶ δὲ πολλοὺς, καὶ ὅμοιον ἀναστήσειν αὐτῷ. δηλοῖ δὲ τοῦτον νομοθέτην καὶ εὐσεβείας ἀν- θρώπων διδάσκαλον, οἶος μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ οὐδὲ ἄλλος ἀνδέδεικται, [*](4 Deut. 18, 15. 21 Deut. 34, 1.)