Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Μαρτυρεῖ τούτοις ὁ εὐαγγελιστὴς Ματθαῖος λέγων ‟τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερουσαλῆμ λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ιου- [*](4 Num. 24, 15. 26 Matth. 2, 1.)
v.3.p.563
δαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. ὅτε καὶ παραπαμφθέντες εἰς Βηθλεὲμ ἐπορεύθησαν, καὶ ἰδοὺ πάλιν ὁ αὐτὸς ἀστὴρ, ὃν εἶδον ἐν τῆ ἀνατολῇ προῆγεν αὐτοὺς, ἴως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον. ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μάριας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ.”Ταῦτα μὲν τὸ ἱερὸν εὐαγγέλιον. ὁ δέ γε τῆς προφητείας λόγος ἐπὶ τῇ τοῦ ἀστέρος ἐπιτολῇ καὶ τῇ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσει τίνα φησὶν ἔσεσθαι συνιδεῖν ἄξιον, θραῦσιν ἀρχηγῶν Μωὰβ, καὶ προνομὴν υἱῶν Σὴθ, καὶ τῶν γε λοιπόν τοῦ Ἰουδαίων ἔθνους πολεμίων κληρονομίαν. οὗτοι δὲ ἦσαν Εδὼμ καὶ Ἠσαῦ.