Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
τίς οὗτος ἢ ὁ προφητευόμενος τοῦ θεοῦ λόγος, ὃς καὶ ἀπώλεσε σωζόμενον ἐκ πόλεως; οἶμαι δὲ τὴν Ἰερουσαλὴμ αἰνίττεσθαι, ἐξ ἧς ὤλετο πᾶς σωζόμενος, ἢ καὶ τὸ πᾶν τοῦ ἔθνους αὐ- τῶν πολίτευμα. ταῦτα δὲ ὁποίου τέλους ἔτυχεν, ὁμοῦ τῇ τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐκλάμψει τῶν μὲν πρὶν εἰδωλολατρῶν ἐθνῶν εἰς τὸν αὐτῶν μεταστάντων κλῆρον, τοῦ δὲ Ἰουδαίων ἔθνους καὶ [*](17 Ps. 2, 8.)
Ἀλλὰ τὰ μὲν τῆς συμφωνίας τῆς τε προφητικῆς προρρήσεως καὶ τῆς εὐαγγελικῆς συμπεράνσεως ὧδέ πως ἐχέτω τέλους· τί δ’ ἦν τὸ αἴτιον τῆς ἐπιλάμψεως τοῦ φανέντος ἀστέρος συνιδεῖν ἄξιον. εἰς σημεῖά φησιν ὁ Μώσης καὶ εἰς καιροὺς τεθεῖσθαι τοὺς πάντας ἐν τῷ στερεώματι ὑπὸ τοῦ θεοῦ ἀστέρας· ξένος δὲ ἣν καὶ οὐ συνήθης, οὐδὲ τῶν πολλῶν καὶ γνωρίμων εἷς, ἀλλά τις καινὸς καὶ νέος ἀστὴρ ἐπιφανεὶς τῷ βίῳ σημεῖον ξένου φωστῆρος ἐδήλου καταλάμψαντος τῷ παντὶ κόσμῳ, ὃς ἦν ὁ Χριστὸς τοῦ θεοῦ, μέγας καὶ νέος ἀστὴρ, οὗ τὴν εἰκόνα συμβολικῶς ὁ φανεὶς τότε τοῖς μάγοις ἐπεφέρετο.
ἐπειδὴ γὰρ καθ’ ὅλης τῆς ἱερᾶς καὶ θεοπνεύστου γραφῆς ὁ προηγούμενος τῆς διανοίας σκοπὸς μυστικώτερα καὶ θεῖα βούλεται παιδεύειν μετὰ τοῦ καὶ τὴν πρόχειρον διάνοιαν σώζεσθαι ἐν μέρει τῶν ἱστορικῶς πεπραγμένων, εἰκότως καὶ ἡ μετὰ χεῖρας πρόρρησις ἐπληροῦτο πρὸς λέξιν ἐπὶ τῇ τοῦ προαναφωνηθέντος ἀστέρος ἐπὶ τῆ γενέσει τοῦ σωτῆρος ἡμῶν προφητείᾳ.
γίγνονται μὲν οὖν καὶ ἐφ’ ἑτέρων ἐπιδόξων καὶ ἐπιφανῶν ἀνδρῶν ξενιζόντων ἀστέρων ἐκλάμψεις, οἶον τῶν καλουμένων παρά τισι κομητῶν, ἢ δοκίδων, ἢ πωγωνιῶν, ἤ τινων ἑτέρων τούτοις παραπλησίων ἐπὶ μεγάλοις πράγμασιν ἐξ ἔθους ἀναφαινομένων.
ἀλλὰ τί γὰρ κρεῖττον ἢ μεῖζον τῷ παντὶ κόσμῳ γένοιτ’ ἂν ποτε ἢ τὸ διὰ τῆς σωτηρίου ἐπιφανείας πᾶσιν ὑπάρξαν ἀνθρώποις νοερὸν φῶς 5 εὐσεβείας καὶ θεογνωσίας ἀληθοῦς κατάληψιν λογικαῖς ψυχαῖς κομιζόμενον; οὗ δὴ χάριν τὸ μέγα σημεῖον ὁ προφανεὶς ἐδήλου ἀστὴρ, μέγαν καὶ νέον
κατὰ τὸ αὐτὸ δὲ ἡ προφτεία ἄνθρωπον ὁμοῦ καὶ ἀστέρα θεσπίζει δι’ ὦν φησιν “ ἀνθρωπος ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ”, τὸν μὲν οὐράνιον φωστῆρα τὸν θεὸν λόγον εἶναι, τὸν αὐτὸν δὲ ἄνθρωπον ὀνομάζουσα. διαφόρως δὲ αὐτὸν καὶ ἐν ἑτέροις ἀνατολὴν ὁμοῦ καὶ ἥλιον δικαιοςύηνς ἀποκαλεῖ, ὡς ἐν τοῖς πρώτοις ἀπεδείξαμεν.
εἶτα τὸ μὲν ἐρχόμενον εἰς τὸν κόσμον,” τῷ τῆς ἀνατολῆς ἐπεφήμισε προσρήματι ξήσας “ἀνατελεῖ ἄστρον ἐξ Ἱακώβ.” τὸν δὲ ἄνθρωπον, διὰ τὸ συμβὰν τερὶ αὐτὸν πάθος, ὡς ἄν πεπτωκότα ἀναστήσεσθαι θεσπίζει, ὁμοίως οἶς καὶ Ἡσαΐας περὶ αὐτοῦ φησι “ καῖ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνισιάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι.” καὶ σαφές γε τίνα τρόπον τὸ φῶς τοῦ σωτῆρος ἠμῶν ἐκ τοῦ Ἰακὼβ ἀνατεῖλαν, τοῦτ’ ἔστιν άπὸ τοῦ ἐκ περιτομῆς λαοῦ, πᾶσι τοῖς ἔθνεσιν, ἀλλ’ οὐχὶ τῷ Ἰακῶβ, ὅθεν καὶ προῆλθεν, ἐξέλαμψε.
τοῦτο δὲ καὶ ἀπὸ πλείστων ἑτέρων πάρεστιν ἐκλαβεῖν προφητειῶν, ὡς πρὸς αὐτὸν φασκους[ων τὸν Χριστὸν “ ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν·” οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν τοῦ γένους, εὶς φῶς ἐθνῶν, δι’ὦν φησιν “ἐξελεύσεται ἐκ τοῦ σπέρματος αὐτοῦ ἄνθρωπος, καὶ κυριεύσει ἐθνῶν πολλῶν.”
τίνος δὲ ἐκ στέρματος ᾔ τοῦ Ἰσραὴλ, ὡς ἡ σύμφρασις παρέστηςε; καὶ δὴ κυριεέυας ἐθνῶν ὁ τοῦ σωτῆρος ἡμῶν λόγος ἀκολούθως τῇ προφητείᾳ τὰς πάλαι πρότερον αὐτῶν ἀρχού- [*](10 Jo. 1,9.)
ἀσαφῶς δὲ κείμενον παρὰ τοῖς ἑβδομήκοντα τὸ ‟δείξω αὐτῷ, καὶ οὐχὶ νῦν, μακαρίζω καὶ οὐκ ἐγγίζει,” σαφέστερον ὁ μὲν Ἀκύλας ἐξέδωκεν ‟ὄψομαι αὐτὸν, καὶ οὐ νῦν, προσκοπῶ αὐτὸν, ἀλλ’ οὐκ ἐγγύς·” ὁ δὲ Σύμμαχος λευκότερον, φήσας ‟ὁρῶ αὐτὸν, ἀλλ’ οὐκ ἐγγύς.’
λέγοιτο δ’ ἂν ταῦτα ὑπὸ τοῦ Βαλαὰμ ὡς μακροῖς ὕστερον μετ’ αὐτὸν χρόνοις μελλόντων ἐπιτελεσθήσεσθαι τῶν δηλουμένων· μετὰ γοῦν δισχιλιοστὸν ἔτος τῆς προρρήσεως ἐπληροῦτο ταῦτα ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιδημίας.
‟Ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.”
Τὸ δ’ αἴτιον τοῦ τὸν κύριον ἥξειν εἰς Αἴγυπτον θεσπίζεσθαι τόδε μοι εἶναι δοκεῖ. πρῶτοι μὲν πάντων Αἰγύπτιοι τῆς πολυθέου καὶ δαιμονικῆς πλάνης ἀπάρξασθαι λέγονται, καὶ τοῖς λοιποῖς πᾶσιν ἀνθρώποις αἴτιοι καταστῆναι δεισιδαιμονίας, ἀλλὰ καὶ πάντων μᾶλλον περὶ τὰς δαιμονικὰς ἐνεργείας τε καὶ περιεργίας ἠσχολῆσθαι.