Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἀλλὰ καὶ ἀνθ’ ὧν κατωρχήσαντο τοῦ ταῦτα θεσπίσαντος κυρίου οὐ διαλέλοιπεν αὐτοὺς κοπετὸς καὶ ὀδυρμὸς καὶ θρῆνος. οὐ πώποτε γοῦν ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν καὶ εἰς τὸν καθ’ ἡμᾶς Χρόνον πᾶσαι αἶ φυλαὶ τοῦ Ἰουδαίων ἔθνους θρήνων καὶ κοπετῶν ἄξια πεπόνθασι διὰ τὴν καταλαβοῦσαν αὐτοὺς ἐκ θεοῦ πληγὴν, ὑφ’ ἧς καὶ ἡ μητρόπολις αὐτῶν ἀλλοφύλοις ἔθνεσιν ἐξεδόθη καὶ τὸ ἱερὸν κατεσκάφη, αὐτοί τε τῆς ἰδίας χώρας ἀπελήλαντο, ἐν τῇ πολεμίᾳ ἐχθροῖς δουλεύοντες· ὧν ἕνεκα πᾶς ὁ οἶκος αὐτῶν καὶ πᾶσα ψυχὴ αὐτῶν εἰσέτι καὶ σήμερον θρήνοις ὑποβέβληται.
διό φησιν ἡ προφητεία ‟καὶ κόψεται φυλὴ κατὰ φυλὴν, φυλὴ οἴκου Δαβὶδ καθ’ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτὰς, καὶ τὰ τούτοις ἑπόμενα. ποῖαι δὲ μετὰ τοὺς τοῦ Ζαχαρίου χρόνους γεγόνασιν ἡμέραι, ἐν αἷς διεμερίσθη τὰ σκῦλα τῆς Ἱερουσαλὴμ καὶ ἐπισυνήχθη πάντα τὰ ἔθνη ἐπ’ αὐτὴν εἰς πόλεμον, ἥλω τε ἡ πόλις καὶ διηρπάγησαν αἶ οἰκίαι, καὶ αἶ γυναῖκες ἐμολύνθησαν ἀπήχθησάν τε εἰς αἰχμαλωσίαν, ὁμοῦ τε καὶ κατὰ τὸ αὐτὸ ὁ κύριος συμμαχῶν τοῖς ἔθνεσι
ὅτε καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τὰς οἰκείας ἐποιεῖτο διατριβὰς ἐπὶ τοῦ ἐλαιῶνος τοῦ κατάντικρυς τῆς Ἱερουσαλὴμ ὄρους, πληρουμένου τοῦ φάσκοντος λόγου καὶ στήσονται οἶ πόδες αὐτοῦ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλήμ,” τοῦτ’ τοῦ θεοσεβοῦς πολιτεύματος καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀνοικοδομηθέντος, πάντα τὰ ἔθνη, κατὰ τὴν προητείαν, τὴν ἑορτὴν τῆς σκηνοπηγίας ἐν παντὶ τόπῳ τῷ θεῷ τῶν προφητῶν πανηγυρίζει, Αἰγύπτιοί τε ἐξ ἐκείνου τὸν τῶν ὅλων θεὸν ἐπιγνόντες τὰς σκηνὰς αὑτῶν ἐφ’ ἑκάστης πόλεως καὶ χώρας κατεπήξαντο· εἶεν δ’ ἂν αὗται αἶ κατὰ τόπον ἐκκλησίαι τοῦ Χριστοῦ.
ταύτας γὰρ πολὺ κρείττους τῶν παρὰ Μωσεῖ σκηνῶν ἡ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμις καθ’ ὅλης συνεπήξατο τῆς ἀνθρώπων οἰκουμένης εἰς τὸ πᾶν γένος ἀνθρώπων καὶ πάντα τὰ ἔθνη σκηνοπηγίας ἑορτὴν τῷ ἐπὶ πάντων θεῶ ἐπιτελεῖν.
ὅτε τοίνυν καὶ ταῦτα τὰ πρόπαλαι τοῖς ἔθνεσι προαναφωνηθέντα καθ’ ἡμᾶς αὐτοὺς ὁρῶμεν τὴν ἔκβασιν ἀπειληφότα, τά τε τοῦ θρήνου καὶ τοῦ κοπετοῦ ταῖς φυλαῖς τοὐ Ἰουδαίων
‟Ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς, καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ’ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὑτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὑτοῦ. ἐπεγερθήσονται πόλις ἐπὶ πόλιν καὶ νόμος ἐπὶ νόμον, καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὑτῶν, καὶ τὰ ἀγάλματα αὑτῶν, καὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας.”
Καὶ ἐξῆς μετὰ πλεῖστα δι’ αἰνιγμάτων εἰρημένα ἐπιλέγεται ‟τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου 5 καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ, καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, ὅτι κεκράξονται πρὸς κύριον διὰ τοὺς θλίβοντας αὐτοὺς, καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον, ὃς [*](10 Es. 19, 1. 23 Es. 19, 19.)
Καὶ ταῦτα προλαβόντες ἐκ μέρους διεσαφήσαμεν. εἰ μὲν οὖν μὴ τοὺς πατρῴους θεοὺς καταλιπόντες Αἰγύπτιοι καθ’ ἡμᾶς αὐτοὺς ὁρῶνται τὸν τῶν προφητῶν θεὸν ἐπικαλούμενοι, εἰ μὴ καθ’ ὅλης τῆς Αἰγύπτου κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν ἀνεγήγερται θυσιαστήριον τῷ παρὰ μόνοις Ἑβραίοις θεολογουμένῳ θεῷ, εἰ μὴ σέσεισται τὰ χειροποίητα Αἰγύπτου, τῆς περὶ αὐτὰ δαιμονικῆς δυνάμεως ἐκλελοιπυίας, καὶ τῆς παλαιᾶς δεισιδαιμονίας ἐκ τῆς τόν Αἰγυπτίων ψυχῆς ἀρθείσης, καὶ ἔτι πρὸς τούτοις εἰ μὴ καθ’ ἑκάστην πόλιν καὶ καθ’ ἕκαστον οἶκον πόλεμος ἐμφύλιος τοῖς Αἰγυπτίοις συνίστατι, τῶν μὲν τὸν κύριον καὶ τὸ σέβας τοῦ θεοῦ τῶν προφητῶν ἀποδεξαμένων καὶ ἀποστραφέντων τὴν ἐξ αἰῶνος πολύθεον πλόνην, τῶν δὲ διὰ τὸ τοῖς πατρίοις ἔτι προστετηκέναι κακοῖς τοὺς τὸν κύριον παραδεξαμένους πολεμούντων, εἰ μὴ εἰσέτι καὶ δεῦρο ἐπερωτᾶν πειρώμενοι τοὺς ἑαυτῶν θεοὺς καὶ τὰ ἀγάλματα καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους ἀτελῆ καὶ ἄπρακτον τὴν ἐπὶ τάδε καταφυγὴν ποιοῦνται διὰ τὸ μηκέθ’ ὁμοίως ἐνεργεῖν δύνασθαι ὥσπερ τὸ πρὶν τοὺς δαίμονας, εἰ μὴ πάντα ταῦτα ἔργοις αὐτοῖς τέλος εἰληφότα δείκνυται, μή πώ μοι νομίζοιτο τὸ προφητικὸν πεπληρωσθαι λόγιον, μηδὲ τὸν θεσπιζόμενον κύριον ἐπιδεδημηκέναι τῷ βίῳ τῶν ἀνθρώπων.
εἰ δὲ αὐτοῖς ἔργοις κατὰ πολὺ τῶν λόγων ἐναργεστέροις εἰσέτι
τοῦτον δὴ οἦν αὐτὸν προϊὼν ἐξῆς ὁ λόγος ἄνθρωπον σωτῆρα ἀπεκάλεσε φήσας “καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον, ὃς σώσει αὐτούς.” πάλιν γοῦν κἀνταυθα τὸ Ἑβραϊκὸν “καὶ ἀποστελεῖ αὐτοῖς κύριος σωτῆρα, ὃς σώσει αυτούς” ἔχει. ὧν οὕτως ἐναργῆ τὴν ἀπόδειξιν παρεχομένων ἡγοῦμαι καὶ τοὺς χρόνους σαφεῖς γεγονέναι, καθ’ οὓς τὰ τῆς εἰς ἀνθρώπους τοῦ κυρίου παρουςίας ἐθεσπίζετο.
Τοσαυτα διὰραχέων καὶ τὰ περὶ τῶν χρό
Τί δὴ λείπεται ἐπὶ τούτοις ἀλλ’ ἢ ταῖς ὑποσχέσεσιν ἀκολούθως διελθεῖν τὰ οἰκονομηθέντα ἐπὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ δὴ τοῦ θεοῦ λόγου; περὶ οὑ τὰ προπεπονημένα ἐν ὀκτὼ τοῖς πρὸ τούτου συγράμμασι διεληλύθαμεν, τοτὲ μὲν τὴν κατ’ αὐτὸν θεολογίαν διερευνώμενοι, τοτὲ δὲ τὴν οὐρανόθεν εἰς ἡμᾶς κάθοδον καὶ τόν τε τρόπον ὁμοῦ καὶ τὴν προσηγορίαν καὶ τὸν χρόνον τῆς ἀφίξεως αὐτοῦ διασκοπούμενοι. ὧν ἀποδεδειγμένων καιρὸς ἤδη τὰ κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ συνιδεῖν, παραστῆσαί τε ὅπως καὶ τούτων ἕκαστα παρ’ Ἑβραίοις προαναπεφώνητο.
τό γε μὴν τῶν προρρήσεων ἀποτέλεσμα διὰ τῆς τῶν ἱερῶν εὐαγγελιστῶν μαρτυρίας καὶ τῆς δι’ αὐτῶν ἱστορηθείσης τῶν πραγμάτων ἀποβάσεως ἐπισφραγισθήσεται. πρῶτον οὖν ἁπάν- τῶν, ἐπειδὴ τὰ περὶ τῆς γενέσεως αὐτοῦ γένους τε καὶ φυλῆς καὶ σπέρματος ἀποδέδεικται, φέρε τὰ περὶ τοῦ φανέντος ἐπὶ τῇ γενέσει αὐτοῦ νέου τινὸς καὶ ξενίζοντος παρὰ τοὺς συνήθεις ἀστέρος θεασώμεθα, ἐπεὶ καὶ τοῦτο πάλαι πρότερον ἐκ μακρόν