Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τίς δὲ πρὸ τῶν Ῥωμαϊκῶν χρόνων ἐπὶ τῶν Περσικῶν ἢ τῶν Μακεδονικῶν τοιοῦτος γέγονεν Ἰου- δαίων βασιλεὺς, ὡς ἄρξαι αὐτὸν ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἴως περάτων τῆς οἰκουμένης; τοῦτο γοῦν ἐδήλωσαν οἱ λοιποὶ ἑρμηνευταί. ὁ γοῦν Ἀκύλας φησὶ ‟ καὶ λαλήσει εἰρήνην τοῖς ἔθνεσι, καὶ ἡ ἐξουσία αὐτοῦ ἀπὸ θαλάσσης ἴως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης.

ᾧ συνάδει καὶ τὸ ἐν ἑβδομηκοστῷ πρώτῳ Ψαλμῷ περὶ τοῦ ἐκ σπέρματος Σολομῶνος γενησομένου Χριστοῦ ὧδέ πη εἰρημένον ‟ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἴως οὗ ἀνταναιρεθῇ ἡ σελήνη, καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης·” ταῦτα γὰρ περὶ τοῦ υἱοῦ Σολομῶνος ἐλέγετο οὐδὲν λειπόμενα τῶν ἐν τῷ προφήτῃ εἰρημένων.

πότ’ οὖν ταῦτα καὶ πῶς, ἢ κατὰ ποίους χρόνους γέγονεν, ὁ βουλόμενος ἑρμηνευέτω, ἢ πότε ἄλλοτε μετὰ τὴν ὑπὸ Βαβυλωνίοις πολιορκίαν δεύτερον ἐμπρησμὸν ὑπέμεινεν Ἱερουσαλὴμ, καὶ ὁ ἐν αὐτῇ κατερρίφη νεώς.

ὃ καὶ αὐτὸ θαῦμα μέγα ἔχει, ὡς ᾐνίξατο ὁ προφήτης εἰπὼν ‘διάνοιξον ὁ Λίβανος τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.” Λίβανον γὰρ ἐν τούτοις συνήθως αὐτὸ τὸ ἱερὸν ὀνομάζει, ἐπεὶ καὶ δι’ ἑτέρων προφητειῶν [*](16 Ps. 71, 7.)

v.3.p.555
ἀποδέδεικται Λίβανος αὐτὸς ὁ νεὼς ἐπικεκλημένος.

τοῦτο δὲ καὶ αὐτοὶ παῖδες Ἰουδαίων εἰσέτι νῦν ὁμολογοῦσιν, ἐπεὶ καὶ Ἡσαΐας ἐμφερῆ τῷ μετὰ χεῖρας προφήτῃ θεσπίζων ἔφησεν ‟ἰδοὺ κύριος Σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται. ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται, καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ.” οἷς ἐπιλέγει ‟καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐπιοῦσι.”

καὶ ἐνταῦθα γὰρ ὁμοῦ τῇ ἐκ σπέρματος Ἰεσσαὶ καὶ Δαβὶδ γενέσει τοῦ Χριστοῦ Λιβάνου καθαίρεσις καὶ ἐθνῶν κλῆσις συνῆπται. Λίβανον δὲ τὴν Ἰερουσαλὴμ διαρρήδην ὁ Ἰεζεκιὴλ σημαίνει λέγων ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, ὁ ἔχων τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἀπέκνισε τὰ ἁπαλὰ τῆς κέδρου.

ταῦτα γοῦν ὁ αὐτὸς ἐξῆς διασαφῶν ἐπιλέγει ‟ὅταν ἔλθῃ Ναβουχοδονόσορ ἐπὶ Ἱερουσαλὴμ λάβῃ τοὺς ἄρχοντας αὐτῆς” καὶ τὰ ἑξῆς. ἀλλὰ ταῦτα μὲν ὁ Ἰεζεκιὴλ περὶ τῆς πρώτης ἐδήλου πολιορκίας, μεθ’ ἣν ὁ Ζαχαρίας περὶ τῆς δευτέρας θεσπίζει. πότε οὖν μετὰ τοὺς Ζαχαρίου χρόνους ἐπὶ τῆς Μακεδόνων βασιλείας ἐμπρησμὸν ὑπέμεινεν ὁ νεώς; ἀλλ’ οὐκ ἔστιν εἰπεῖν.