Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
εἶτα δεδιὼς μὴ πρὸς τὸν Ἀριστόβουλον πάντες ἀποκλίνωσιν ἀνεῖλεν [*](21 ὀκτωκαιδεκάτω] Immo XX. 10, 5)
πάλιν ἐν ἑτέροις ταῦτα περὶ αὐτῶν φησιν ‟Ἡρώδης δὲ βασιλεύσας τήν τε βᾶριν ταύτην ἐν ἐπιτηδείῳ τόπῳ κειμένην κατασκευάσας πολυτελῶς Ἀντωνίαν καλεῖ ὄνομα, καὶ τὴν στολὴν τὴν ἀρχιερατικὴν λαμβάνει, τὴν δὲ κειμένην κατεῖχε, πιστεύων οὐδὲν νεωτερίσειν τὸν λαὸν δι’ αὐτήν. ἔπραξε δ’ ὅμοια τῷ Ἡρώδῃ καὶ ὁ ἐπικατασταθεὶς αὐτῷ βασιλεὺς ᾿Αρχέλαος, υἱὸς ὢν αὐτοῦ, παρ’ οὗ Ῥωμαῖοι διαδεξάμενοι τὴν ἀρχὴν ἐκράτουν τῆς στολῆς τοῦ ἀρχιερέως ἀποκειμένης ἐν οἴκῳ λίθου οἰκοδομηθέντι ὑπὸ σφραγῖδι.”
διὰ τούτων τὸ ἀποτέλεσμα παντί τῳ νομίζω καταφανὲς γεγενῆσθαι τοῦ φήσαντος χρησμοῦ ‟καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἐξήκοντα δύο ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ.”
ἔτι δὲ μᾶλλον ὄψει πῶς εἴρηται τὸ ‟κρίμα οὐκ ἔστιν ἐν αὐτῷ, τὸ ἄκριτον συνιδὼν τῆς τῶν ἀρχιερέων καταστάσεως τῶν μετὰ Ἡρώδην καὶ κατὰ τοὺς χρόνους τοῦ σωτῆρος ἡμῶν γεγενημένων.
τοῦ γὰρ κατὰ τὸν θεῖον νόμον ἀρχιερέως πάντα τὸν τῆς ζωῆς χρό- νον τὴν λειτουργίαν διέπειν κεκελευσμένου ἐπὶ διαδόχῳ παιδὶ γνησίῳ, κατὰ τοὺς ἐξεταζομένους καιροὑς μετὰ τὸ ἐξολοθρευθῆναι τὸ χρῖσμα τῇ προφητείᾳ συμφώνως, πρῶτος μὲν Ἡρώδης, ἔπειτα δὲ καὶ Ῥωμαῖοι [*](7 ἐν ἑτέροις] A. J. XVIII, 4, 3.)
διό μοι δοκεῖ ὁ ἱερὸς εὐαγγελιστὴς Λουκᾶς τὸν χρόνον τοῦ κηρύγματος τοῦ σωτῆρος ἡμῶν ὑπογράφων σημειοῦσθαι τοῦτο δι’ ὧν φησιν “ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, τετραρχούντων δὲ Ἡρώδου καὶ Φιλίππου καὶ Λυσανίου, ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καϊάρα.”
δύο γὰρ οὗτοι κατὰ τὸ αὐτὸ ἀρχιερεῖς πῶς ἂν ἐγένοντο ἢ καταλυθείσης τῆς περὶ τῶν ἀρχιερέων νομοθεσίας; τούτοις γοῦν καὶ Ἰώσηπος ἐπιμαρτυρῶν ταῦτα γράφει ‟Οὐαλέριος Γρᾶτος Ῥωμαίων στρατηγὸς παύσας ἀρχιερᾶσθαι Ἄνανον Ἰσμαῆλον ἀρχιερέα ἀποφαίνει τὸν τοῦ Φήβα, καὶ τοῦτον μετ’ οὐ πολὺ μεταστήσας Ἐλεάζαρον τὸν τοῦ Ἀνάνου τοῦ ἀρχιερέως υἱὸν ἀποδείκνυσιν ἀρχιερέα. ἐνιαυτοῦ δὲ διαγενομένου καὶ τόνδε παύσας Σίμωνι τῷ Καθίμου τὴν ἀρχιερωσύνην παραδίδωσιν. οὐ πλέον δὲ καὶ τῷδε ἐνιαυτοῦ τὴν τιμὴν ἔχοντι διεγένετο χρόνος, καὶ Ἰώσηπος, ὁ καὶ Καϊάφας, ἦν αὐτῷ.
ταῦτα ἀναγκαίως παρεθέμην διὰ τὸ‘ ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ, ἃ καὶ ἡγοῦμαι ἀναμφίλεκτον τὴν ἀπόδειξιν ἔχειν. ἑξῆς τούτοις φησὶν ἡ προφητεία ‟καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομἐνῳ.” ἔνθα πάλιν τὸν Ἡρώδην αὐτὸν καὶ τοὺς μετὰ αὐτὸν ἄρξαντας ἐξ ἀλλοφύλου γένους ὑπολαμ- [*](8 Luc. 3, 1. 15 Joseph. A. J. XVIII. 2, 2.)
ὡς γὰρ ἀνωτέρω ὠνόμαζε χριστοὺς ἡγουμένους τοὺς ἀρχιερεῖς λέγων ‟ἕως χριστοῦ ἡγουμένου,” τὸν αὐτὸν τρόπον μετὰ ἐκείνους καὶ τὴν ἐκείνων κατάπαυσιν οὐκ ἄλλος ἡγούμενος ἐρχόμενος ἢ ὁ δηλωθεὶς ἐξ ἀλλοφύλου γένους καὶ οἱ λοι- ποὶ ὅσοι καθεξῆς μετ’ ἐκείνους ἡγήσαντο τοῦ ἔθνους, σὺν οἷς καὶ μεθ’ ὧν, ὡσπερεὶ συνεργοῖς χρώμενος, ὁ μισόκαλος καὶ τῶν ἀγαθῶν φθορεὺς καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖν εἴρηται.
καὶ γὰρ διέφθειρεν ἀληθῶς ἅπαν τὸ ἔθνος, τοτὲ μὲν τὴν τῆς ἱερωσύνης τάξιν εἰς παρανομίαν ἄγων, τοτὲ δὲ τὸν πάντα λαὸν διαστρέφων, καὶ τὴν πόλιν (οὕτω τῶν πολιτῶν μεταφορικῶς ὠνομασμένων) εἰς ἀσέβειαν ἐκκαλούμενος. συνᾴδει δὲ ἡμῶν τῇ ἀποδόσει καὶ ὁ Ἀκύ- λᾶς τοῦτον ἑρμηνεύσας τὸν τρόπον‘ καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ λαὸς ἡγουμένου ἐρχομένου.·
οὐ μόνον γὰρ ὁ ἐρχόμενος ἡγούμενος, ὁ κάτα τὰ αποδεδομένα ἡμῖν δηλωθεὶς, διέφθειρε τὴν πόλιν καὶ τὸ ἅγιον, ἀλλὰ καὶ ὁ τούτου λαός. εἴποι δ’ ἄν τις οὐκ ἀπὸ σκοποῦ καὶ τὸν Ῥωμαίων ἡγεμόνα διὰ τῶν προκειμένων δηλοῦσθαι τόν τε τούτου λαὸν, δι’ οὗ νομίζω σημαίνεσθαι τὰ στρατόπεδα τῶν Ῥωμαίων ἀρχόντων, ἐξ ἐκείνου κρατησάντων τοῦ ἔθνους, οἳ καὶ τὴν πόλιν αὐτὴν Ἱερουσαλὴμ καὶ τὸν πάλαι ἐν αὐτῇ σεμνὸν καὶ ἅγιον νεὼν διέφθειραν.
ὑπὸ τούτων γοῦν καὶ ἐξεκόπησαν ὡς ἐν κατακλυσμῷ καὶ ἴως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς ἔφθασαν, ὥστε ἤδη κατὰ τὴν προφητείαν παντελῆ ὑπομεῖναι ἐρημίαν μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν, μεθ’ ἣν καὶ τὴν ἐσχάτην ὑπέμειναν πολιορκίαν. ἔχεις καὶ ταῦτα ἀκριβῶς ἐν ταῖς γραφείσαις αὐτῷ Ἰωσήπῳ ἱστορίαις.