Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Θεὸν εἰς ἀνθρώπους ἀφίξεσθαι καὶ σὺν ἀνθρώ- ποις ἐπὶ γῆς πολιτεύσεσθαι, δύο τε ταῦτα μέγιστα τεκμήρια τῆς αὐτοῦ παρουσίας ἔσεσθαι, κλῆσιν ἐπ’ ἀναλήψει τῆς ἀληθοῦς θεογνωσίας τῶν ἀνὰ τὴν οἰκου- οἰκουμένην ἐθνῶν, ἀπόπτωσίν τε καὶ ἐρημίαν διὰ τὴν εἰς αὐτὸν ἀπιστίαν τοῦ Ἰουδαίων ἔθνους, ἐν τῷ πρὸ τού- του συγγράμματι διὰ τῶν προφητικῶν φωνῶν μεμα- θηκότες, ἐπισκεψάμενοί τε κατὰ τὸ αὐτὸ ὁποίου τέλους ἔτυχε τὰ προηγορευμένα, ἑξῆς καὶ ἀκολούθως ἐν ἑβ- δόμῳ τούτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδεί- ἀποδείξεως τὸν τρόπον ἐπιθεωρῆσαι πειρασόμεθα, καθ’ ὅν φησιν αὐτὸν τὴν εἰς ἀνθρώπους ποιήσασθαι πάροδον.

φέρε οὖν ἐντεῦθεν ἤδη σκοπήσωμεν ὁποῖός τις ὁ τρόπος ἔσεσθαι τῆς τοῦ θεοῦ εἰς ἀνθρώπους ἐπιδη- μιᾶς ἐθεσπίζετο, καὶ ποῦ γῆς γεννηθήσεσθαι προε- κηρύττετο,ἀπὸποίου τε γένους προελεύσεσθαι ἐβοᾶτο.

  • Ἀπὸ τοῦ Ἡσαΐου.
  • “ Πρόρρησις τῆς εἰς Χριστὸν ἀπιστίας τοῦ Ἰου- δαίων ἔθνους καὶ σημεῖον αὐτοῖς ἀπὸ κυρίου διδό- διδόμενον. ἦν δὲ τοῦτο παρθένος θεὸν γεννῶσα, ἐφ’ οὗ τῇ γενέσει καθαίρεσις παντελὴς τοῦ Ἰουδαίων ἔθνους ἐθεσπίζετο, καὶ ὡς ἀλλόφυλοι καὶ πολέμιοι τὴν χώραν αὐτῶν καθέξουσιν, καὶ ὡς ἡ πρὶν ἔρημος τῆς ἐνθέου τυχοῦσα γεωργίας εὐφορήσει.

    τῆς ἐξ ἐθνῶν ἐκκλη- σίας τοῦτον δηλουμένης τὸν τρόπον, ὥσπερ ὁ θαυ- μάσιος εὐαγγελιστὴς Ἰωάννης μείζονι ἢ κατὰ ἄνθρω- πον μεγαλοφωνίᾳ τὸν σωτῆρα καὶ κύριον ἡμῶν θεο-

    v.3.p.416
    λογῶν, αὐτὸν δὴ τὸν τοῦ θεοῦ λόγον, τῆς τε ἱερᾶς γραφῆς αὐτοῦ ἀπαρχόμενος, ὁμοῦ τῇ θεολογίᾳ καὶ τὴν ἔνσαρκον αὐτοῦ εἰς ἀνθρώπους παρίστησιν ἐπιδημίαν ‟ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι’ αὐτοῦ ἐγένετο,” φήσας· τούτοις ἑξῆς ἐπάγων ‟καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.”

    τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ θεσπέσιος προφήτης θεὸν ἐκ παρθένου γεγεννημένον μέλλων ἀνακηρύττειν τὴν ἔνδοξον αὐτοῦ θεοπτίαν προθεωρεῖ, ὧδε τὴν θεολογίαν ὑπογράφων ‟εἶδον τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ, καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ. ἕξ πτέρυγες τῷ ἐνὶ. καὶ ἕξ πτέρυγες τῷ ἐνί· καὶ ταῖς μὲν δυσὶ ἐκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας· ταῖς δὲ δυσὶν ἐπέταντο. καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον, ἅγιος ἅγιος κύριος Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.