Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

μόνος γοῦν οὗτος μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, δι’ ἣν καὶ οἶμαι αὐτὸν ἀνιστάμενον ἐπικεκλῆσθαι, οὐ τοῦ Ἰουδαίων λαοῦ, ἀλλὰ τῶν ἐθνῶν ἁπάντων ἦρξεν, ὡς μὴ δεδεῆσθαι τὸ λόγιον ἑρμηνείας, σαφῶς προδήλου καθεστῶτος, ὅπως εἰς αὐτὸν τέλος εἴληφε μετὰ τῶν ἄλλων καὶ τὸ “ ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.”

τὰ δ’ ὡς περὶ ζῴων καὶ θηρίων ἡμερουμένων καὶ τὸ ἄγριον ἦθος καὶ ἀτίθασον ἀποθησομένων ἐπὶ ·τῇ τοῦ προφητευομένου ἐπιδημίᾳ λεγόμενα ἀλληγοροῖτ᾿ ἂν ἐπὶ τρόπους ἀπηνεῖς καὶ ἀγρίους καὶ ἤθη ἀνδρῶν θηριώδη διὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας τῆς ἀλογίας καὶ θηριωδίας μεταθησόμενα.

ἀλληγοροῖτο δ’ ἂν ταῦτα σαφῶς οὕτως, ἂν καὶ τὴν δηλουμένην διὰ τῆς προφητείας ῥίζαν Ἰεσσαὶ, καὶ τὴν ῥάβδον, καὶ τὸ ἄνθος τροπολογῶν τις ἔτι ἑρμηνεύσειε, καὶ ὡς ἂν ἐπινοηθείη δικαιοσύνῃ μὲν τὰς πλευρὰς ζωννύμενος, ἀληθείᾳ δὲ τὴν ὀσφὺν εἱλημένος.

ὡς γὰρ οὐ δυνατὸν ἑτέρως ταῦτα ἢ διὰ μόνης ἀλληγορικῆς ἀποδόσεως ἑρμηνεύειν, τὸν αὐτὸν τρόπον ἕπεται καὶ τὰ περὶ τῶν κατὰ τοὺς τόπους ὀνομαζομένων ζῴων χρῆναι δεῖν ἐκλαμβάνειν.

v.3.p.482

Ἀπὸ τοῦ Ἱερεμίου.

“ Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ἰούδας, καὶ Ἰσραὐλ κατασκηνώσει πεποιθὼς, καὶ τοῦτο τὸ ὄνομα ὃ καλέσει αὐτὸν κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προφήταις. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπε κύριος, συντρίψω τὸν ζυγὸν ἀπὸ τραχήλου αὐτῶν, καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται ἔτι θεοῖς ἑτέροις, ἀλλὰ ἐργῶνται κυρίῳ τῷ θεῷ αὑτῶν, καὶ τὸν Δαβὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς.”

Μετὰ πλεῖστον τῆς τελευτῆς τοῦ Δαβὶδ, ἀλλὰ καὶ τοὺ Σολομῶνος χρόνον ταῦτα καὶ Ἱερεμίας περὶ τοῦ μέλλοντος ἐκ σπέρματος ἀναστήσεσθαι Δαβὶδ βασιλέως θεσπίζει, ὃν πρῶτον μὲν ἀνατολὴν καλεῖ, καὶ οὐχ ἁπλῶς, ἀλλὰ δικαίαν, ὡς ἂν ἐξ ἡλίου δικαιοσύνης συστησόμενον, περὶ οὗ διειλήφαμεν ἐν ταῖς περὶ τοῦ δευτέρου αἰτίου ἀποδείξεσιν, ἐν αἷς τὸν προόντα τοῦ θεοῦ λόγον μυρίαις κεχρημένον ἐπωνυμίαις καὶ ἥλιον δικαιοσύνης ὀνομάζεσθαι ἀπεδείκνυμεν, τὴν φάσκουσαν προφητείαν “τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης” παραθέμενοι.

ὥσπερ οὖν ἥλιον δικαιοσύνης, οὕτω καὶ ἀνατολὴν δικαίαν ὁ λόγος ἐπὶ τοῦ παρόντος ἀναστήσειν τῷ Δαβὶδ προφητεύει. τὸν αὐτὸν δὲ τοῦτον βασιλέα συνιέντα, καὶ ποιοῦντα κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς προαγορεύει. εἶτα καὶ ὁμωνύμως τὸν αὐτὸν [*](2 Jer. 23,6)

v.3.p.483
καλεῖ τῷ πάλαι πρότερον τετελευτηκότι Δαβίδ.

πρόσσχες γὰρ ἐπιμελῶς τῷ ἀνωτέρω μὲν καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν, ἐπὶ τέλει δὲ ἐπιφερομένῳ τῷ ‘καὶ τὸν Δαβὶδ βασιλέα αὐτοῦ ἀναστήσω αὐτῷ.” τίνι δὲ αὐτῷ ἢ τῷ Δαβίδ; τούτῳ γὰρ ἔφησεν ἀναστήσειν τὴν ἀνατολὴν τὴν δικαίαν.

καὶ ὁ Ζαχαρίας δὲ περὶ τοὐ αὐτοῦ προφητεύων ὁμοίως ἀνατολὴν αὐτὸν καλεῖ λέγων “ ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ δικαιοσύνη.” καὶ πάλιν ‘‘καλέσω τὸν δοῦλόν μου ἀνατολήν.” ἀλλ’ οὐδείς γε μετὰ τοὺς Ἱερεμίου χρόνους, ἀλλ’ οὐδὲ μετὰ τοὺς τοῦ Ζαχαρίου, τοιοῦτος ἀνέστη τοῖς ἐκ περιτομῆς, ὡς ἀνατολὴ δικαία κληθῆναι, καὶ συνιεὶς βασιλεὺς καὶ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς.

εἰ δὲ λέγοι τις διὰ τούτων Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ δηλοῦσθαι, λεκτέον ὅτι οὐ συνέστηκεν ὁ λόγος αὐτῷ. οὔτε γὰρ ἀπὸ γένους Δαβὶδ οὗτος ἢν οὔτε ὡς βασιλεὺς ἐβασίλευσεν.

πῶς δὲ ἐπ᾿ ἐκεῖνον δύναται ἁρμόττειν τὸ “λσὶ τὸν Δαβὶδ βασιλέα ἀναστήσω αὐτῷ, ” ὁπότε φυλῆς μὲν ἦν Λευὶ, τάξεως δ’ ἀρχιερατικῆς, καὶ γένους ἑτέρου παρὰ τὸν Δαβὶδ, βασιλεὺς δ’ οὐδαμῶς γεγονὼς ἱστορεῖται; ὥστε εἰ μηδεὶς ἕτερος εὑρίσκοιτο τοιοῦτος, ὥρα τὸν προφητευόμενον καὶ διὰ τούτων ὁμολογεῖν μόνον εἶναι τὸν σωτῆρα καὶ κύριον ἡμῶν, τὸν καὶ ἐν ἑτέροις φῶς τοῦ κόσμου καὶ φῶς τῶν ἐθνῶν ἀνηγορευμένον.

αὐτος τοιγαροῦν εἴη ἂν κἀνταῦθα ὁ προφητευόμενος, καὶ συνέστηκεν ἀψευδὴς ἡ πρόρρησις. μόνος γὰρ ἐκ σπέρματος Δαβὶδ ὁμωνύμως τῷ προπάτορι κατὰ διάνοιαν, ἐπεὶ ἑρμηνεύεται δυνατὸς χειρὶ, χρηματίσας [*](8 Zach. 6, 12. 10 Zach. 3, 8.)

v.3.p.484
κρίμα καὶ δικαιοσύνην διὰ τῆς αὐτοῦ διδασκαλίας τοῖς ἐπὶ γῆς ἅπασιν ἐκήρυξε, καὶ μόνος τῶν πώποτε οὐκ ἐπὶ μέρους ἐβασίλευσε τῆς οἰκουμένης, ἀλλὰ ἐπὶ πᾶσαν τὴν γῆς καὶ μόνος ἀνέτειλε δικαιοσύνην, ἀκολούθως καὶ τῷ ἐν Ψαλμῷ περὶ αὐτοῦ λεγομένῳ‘‘ “ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης. ”

Ἰούδας δὲ σωθησόμενος καὶ Ἰσραὴλ ἐν ταῖς ἡμέραις αὐτοῦ, πάντες εἰσὶν οἱ τῇ δι’ αὐτοῦ θεοσεβείᾳ προσεληλυθότες τοῦ ἐκ περιτομῆς λαοῦ, ἀπόστολοί τε αὐτοῦ καὶ μαθηταὶ καὶ εὐαγγελισταὶ, ἢ καὶ πάντες οἱ τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ τὸν ἀληθινὸν Ἰσραὴλ τὸν κατὰ διάνοιαν ὁρῶντα θεὸν ἀποσώζοντες.

οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστι (φησὶν ὁ ἀπόστολος) οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλὰ ἐκ τοῦ θεοῦ. τούτους οὖν διὰ τῆς τοῦ Χριστοῦ κλήσεως τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ τὸν ἀληθῶς Ἰσραὴλ φέροντας ἑτέρῳ φησὶ κληθήσεσθαι ὀνόματι, οὐχὶ δὲ τῷ τοῦ Ἰουδαίου, οὐδὲ τῷ τοῦ Ἰσραὴλ, ἀλλὰ ξένῳ τινὶ παρὰ ταῦτα.

τοῦτο γάρ φησι τὸ ὄνομα, ὃ καλέσει αὐτοὺς κύριος Ἰωσεδεκεὶμ, ὅπερ ἑρμηνεύεται οἱ τοῦ θεοῦ δίκαιοι.” ἐφίστημι δὲ μήποτε πεποιημένον ἐστὶ τοὔνομα ἀπὸ τοῦ Ἰοσουὲ Ἰωσεδεκεὶμ, ὃ παρὰ τῷ θεῷ οἱ τοῦ Ἰησοῦ μαθηταὶ κέκληνται, παρ’ ἀνθρώποις μὲν Ἑλληνικώτερον προσαγορευόμενοι ἀπὸ τῆς τοῦ Χριστοῦ παρωνυμίας, κατὰ δὲ τὴν Ἐβραίων φωνὴν καὶ παρὰ αὐτοῖς τοῖς προφήταις, ἀπὸ τοῦ Ἰησοῦ, ὡς ἂν δι’ αὐτοῦ σεσωσμένοι, Ἰωσεδεκείμ.

διὸ λέλεκται “καὶ [*](13 Rom. 2, 28.)

v.3.p.485
τοῦτο τὸ ὄνομα ὃ καλέσει αὐτοὺς κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προφήταις.” ὁ δὴ οὖν μέλλων, φησὶ, διὰ τοῦ προφητευομένου λαὸς κατὰ διάνοιαν Ἰούδας ὄντες καὶ Ἰσραὴλ ὀνομασθήσονται ἀπὸ τοῦ Ἰοσουὲ Ἰωσεδεκεὶμ, καὶ τούτῳ γε, φησὶ, κληθήσονται τῷ προσρήματι οὐ παρ’ ἀνθρώποις, ἀλλὰ παρ’ αὐτῷ τῷ θεῷ, καὶ παρὰ τοῖς προφήταις αὐτοῦ.

ἐπιμελῶς γὰρ πρόσσχες τῷ λόγῳ φήσαντι ‘καὶ τοῦτο τὸ ὄνομα, ὃ καλέσει αὐτοὺς κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προφήταις.” μεταλαμβάνεται δὲ, ὡς ἔφην, τοὔνομα εἰς τὴν Ἑλλήνων φωνὴν οἶ τοῦ θεοῦ δίκαιοι.

τούτων δὲ οὕτως σωθησο- μένων, τὸν παλαιὸν καὶ βαρὺν τῶν πικρόν δαιμόνων ζυγὸν συντρίψειν καὶ τοὺς οἷς τὸ πρὶν συνείχοντο δεσμοὺς τῶν ἀσεβημάτων διαρρήξειν ὁ θεὸς ἐπαγγέλλεται, ὡς μηκέτι θεοῖς ἀλλοτρίοις δουλεύειν αὐτοὺς, μόνῳ δὲ αὐτῷ καρποφορεῖν ἀρεσκόντως.

παράθες δὲ τούτοις τὸ ἐν δευτέρῳ ψαλμῷ ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ καὶ τῇ τῶν ἐθνῶν κλήσει φάσκον λόγιον ‘‘διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν. ᾧ συγγενὲς ἡγοῦμαι τυγχάνειν τὸ μετὰ χεῖρας λέγον ἐν τῇ ἡμέρᾳ ἐκείνη εἶπε κύριος “συντρίψω ζυγὸν ἀπὸ τραχήλου αὐτῶν, καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται ἔτι θεοῖς ἀλλοτρίοις, ἀλλ’ ἐργῶνται κυρίῳ τῷ θεῷ αὑτῶν.”

ἀλλ’ ὅτι μὲν ἐκ καρποῦ τῆς κοιλίας Δαβὶδ καὶ ἐκ σπέρματος Σολομῶνος καὶ ἐκ ῥίζης Ἰεσσαὶ ὁ Χριστὸς τοῦ θεοῦ γεννηθήσεσθαι προείρηται, ὅπερ καὶ γέγονεν, ὅτι μετὰ μυρίων ἄλλων προσηγοριῶν καὶ Δαβὶδ αὐτὸν ὀνομάζουσιν οἶ θεῖοι λόγοι, αὐτάρκη πιστώσασθαι τὰ εἰρημένα· ὅτι δὲ καὶ [*](22 Ps. 2, 2.)

v.3.p.486
ἐκ φυλῆς Ἱούδα λέγεται προελεύσεσθαι οὐδ᾿ ἂν ζητηθείη, τῷ μηδ᾿ ἑτέρας ἢ τῆς δηλωθείση φυλῆς καὶ αὐτὸν εἶναι τὸν Δαβίδ. γένοιτο δ᾿ ἂν ἐκ περιουςίας καὶ τούτου παραστατικὸν τὸ πααρὰ Μωσεῖ λόγιον, τοῦτον ἔχον τὸν τρόπον·

Ἀπὸ τῆς Γενέσεως.