Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ πάλιν “κἀγὼ πρωτότοκον θήσομαι αὐτόν.” σαφως τοι γαροῦν ἐκ τούτων ὁ υἱος τοῦ θεοῦ ὁ πρωτότοκος ἐκ σπέρματος ἕσεσθαι Δαβὶδ άνείρηται, ὥστε ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν υἱὸν τοῦ Δαβὶδ τῷ θεοῦ υἱῷ καὶ τὸν υἱὸν τοῦ θεοῦ τῷ Δαβίδ. δι’ ὦν ἐναργῶς ὁ πρωτόἀνθρώπου γενἠσεσθαι προεφητεύετο.

καὶ τοῦτο δὲ τὸ λόγιον ἡ τοῦ εὐαγγελίου γραφὴ ἐπισφραγίζεται, δι’ ὦν φησιν ἐπιστάντα τὸν Γαβριὴλ τῇ ἁγίᾳ παρθένῳφάναι περὶ τοῦ σωτῆρος ἡμῶν“ οὖτος ἕσται μέγας, καὶ υὑὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνου Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει λεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἕσται τέλος.”

καὶ μετὰ βραχέα δὲ ἐν τῷ αύτῷ εὐαγγελίῳ Ζαχαρίας ὁ τοῦ Ἱωάννου πατὴρ τάδε περὶ τοῦ Χριστοῦ θεσπίζει “εὐλογητὸς κὐριος ὁ θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο καὶ έποίησε λύτρωσιν τῷ λαῷ αὑτοῦ, καὶ ἥγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἵκῳ Δαβὶδ τοῦ παιδὸς αὑτοῦ, καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων ἀπ’ αἰῶνος αὐτοῦ προφητῶν.”

άλλ’ ὅτι μὲν τὸν ἐπηγγελμένον [*](7 2. Reg. 7, 14. 8 Ps. 89, 27. 14 Col. 1, 15. 18 Luc. 1, 32. 25 Luc. 1, 68)

v.3.p.477
τῷ Δαβὶδ αἰώνιον θρόνον ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ καὶ οὐδὲ ἄλλος ἀνθρώ- πων ἀπείληφεν, ἱκαναὶ πιστώσασθαι αἶ προπαρατεθεῖσαι μαρτυρίαι, ἥ τε τοῦ Γαβριὴλ καὶ ἡ τοῦ Ζαχαρίου, δι’ ὧν καὶ συνίσταται ἐκ σπέρματος γεγονὼς Δαβὶδ κατὰ σάρκα.

τίνι δὲ λόγῳ τὸν Ἰωσὴφ γενεαλογοῦσιν οἶ ἱεροὶ εὐαγγελισταὶ, καίπερ μὴ ὄντος τοῦ σωτῆρος ἡμῶν ἐξ αὐτοῦ, ἀλλ’ ἐξ ἁγίου πνεύματος καὶ τῆς ἁγίας παρθένου, ὅπως τε καὶ αὕτη ἡ τοῦ κυρίου μήτηρ ἀπὸ γένους καὶ σπέρματος ἀποδείκνυται εἶναι Δαβὶδ, ἐν τῷ πρώτῳ τῶν εἰς τὴν γενεαλο- γίαν τοῦ σωτῆρος ἡμῶν ζητημάτων καὶ λύσεων διειληφότος, ἐπ’ ἐκεῖνα τοὺς φιλομαθεῖς ἀναπέμπομεν, ἐφ’ ἑτέραν ἡμᾶς ὑπόθεσιν κατεπείγοντος τοῦ παρόντος καιροῦ.

  • Ἀπὸ Ψαλμοῦ οα΄.
  • “ Ὁ θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως.”

    καὶ ἐξῆς ἐπιλέγει ‘καὶ συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης, γενεάς γενεῶν, καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν. ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, ἴως οὑ ἀνταναιρεθῇ ἡ σελήνη, καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἴως περάτων τῆς οἰκουμένης.”

    καὶ μετὰ βραχέα φησὶν “ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ. ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημἐνον εἰς τοὺς αἰῶνας, πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα [*](17 Ps. 71, 1.)

    v.3.p.478
    αὐτοῦ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἶ φυλαὶ τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.”

    Ἐπειδὴ γέγραπται εἰς Σολομῶνα ὁ Ψαλμὸς, ὁ πρῶτος τοῦ Ψαλμοῦ στίχος εἰς αὐτὸν ἀναφέροιτο, τὰ δὲ ἑπόμενα πάντα εἰς τὸν υἱὸν Σολομῶνος, οὐ τὸν Ῥοβοὰμ, ὃς μετ’ αὐτὸν ἐβασίλευσε τοῦ Ἰσραὴλ, ἀλλὰ τὸν ἐκ σπέρματος αὐτοῦ κατὰ σάρκα γενόμενον τὸν Χριστὸν τοῦ θεοῦ.

    ὅτι γὰρ οὐκ ἐπὶ τὸν Σολομῶνα, οὐδὲ ἐπὶ τὸν τούτου διάδοχον ἀναφέρειν δυνα- τὸν τὰ ἐν τῷ Ψαλμῷ διὰ τὰ περὶ αὐτοῦ δεδηλωμένα πᾶς ὁ μὴ ἀνεπιστήμων τῶν θείων ὁμολογήσει γραφῶν. ἀλλὰ καὶ πῶς οἷόν τε ἐπὶ Σολομῶνα ἢ ἐπὶ τὸν τούτου υἱὸν Ῥοβοὰμ ἐκλαμβάνειν τὰ ἐμφερόμενα δι’ ὅλου τοὐ Ψαλμοῦ; οἷον τὸ κατακυριεύσει ἀπὸ θαλάσσης ἴως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἴως περάτων τῆς οἰκουμένης.” καὶ τὸ “συμπαραμενεῖ τῷ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν,” καὶ ὅσα ἄλλα τούτοις ὅμοια ἐπιλέγεται.

    διόπερ ἀβασανίστως ἀποδοθείη ἂν ὁ μὲν φάσκων ἐν ἀρχῇ τοῦ λόγος “ ὁ θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δός,” ἐπ’ αὐ- τὸν ἐκεῖνον Σολομῶνα· ὁ ἐπιλέγων δὲ “καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, ” ἐπὶ τὸν Σολομῶνος υἱὸν, οὐ τὸν πρωτότοκον ἐκεῖνον τὸν διάδοχον αὐτοῦ τῆς βασιλείας γενόμενον (οὐδ’ ὅλοις γὰρ ἐκεῖνος ἑπτακαίδεκα ἔτεσι μόνου τοῦ Ἰουδαίων ἔθνους προστὰς κάκιστα κέχρητο τῇ ἀρχῇ,) ἀλλ’ οὐδ’ ἐφ’ ἕτερον τῶν Ῥοβοὰμ τὸν θρόνον τῆς τοῦ Σολομῶνος βασιλείας διαδεξαμένων, ἐπὶ μόνον δὲ τὸν ἐκ σπέρματος Δαβὶδ, οὕτω καὶ τοῦ Σολομῶνος υἱὸν ὡς καὶ τοῦ Δαβὶδ χρηματίσαντα.

    οὗτος δ’ ἦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. τούτου γὰρ μόνου καὶ οὐδ’ ἑτέρου τῶν πώποτε ὁ τῆς ἐνθέου βασιλείας

    v.3.p.479
    θρόνος συμπαραμενεῖ τῷ ἡλίῳ. καὶ οὗτός γε, ἀλλ’ οὐδεὶς ἕτερος ἀνθρώπων, πρὸ τῆς σελήνης καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως, ἅτε λόγος ὢν θεοῦ, προϋπῆρχεν, ἔσταξέ τε μόνος οὗτος οὐρανόθεν δρόσου δίκην ἐπὶ πᾶσαν τὴν γῆν· εἴρηταί τε αὐτὸν καὶ εἰς πάντας ἀνθρώπους ἀνατεταλκέναι κατὰ τὰ μικρῷ πρόσθεν ἡμῖν ἀποδεδομένα, καὶ δικαιοσύνη παραμένουσα μέχρι τῆς τοῦ βίου συντελείας, ἥτις ἀνταναίρεσις ὠνόμασται τῆς σελήνης.

    ἐναργῶς τε ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις κρατεῖ καὶ κυριεύει τῶν ἐξ ἑῴας θαλάσσης καὶ ἐπὶ δύοντα ἥλιον, ἐνεργεῖν μὲν ἀρξαμένη ἀπὸ ποταμοῦ, ἤτοι τοῦ κατὰ λουτρὸν μυστηρίου, ἢ καὶ ἀφ’ οὗπερ κατὰ τὸν Ἰορδάνην πρῶτον φανεὶς ἤρξατο τῆς εἰς ἀνθρώπους εὐεργεσίας.

    παρεκταθεῖσα γοῦν ἐξ ἐκείνου ἡ ἐν ἀνθρώποις βασιλεία αὐτοῦ διῆλθε καθ’ ὅλης τῆς οἰκουμένης. Λιβάνου δὲ ἐπινοουμένης τῆς Ἰερουσαλὴμ, ὡς ἀπὸ πλείστων ὅσων προφητειῶν ἀποδείκνυται, διὰ τὸ πάλαι ἐν αὐτῇ ἁγίασμα καὶ τὸ θυσιαστήριον, τά τε ἐπὶ τούτῳ εἰς τιμὴν ἀναφερόμενα λιβάνου δίκην τῷ θεῷ, ὁ τοῦ Χριστοῦ καρπὸς ἡ ἐξ ἐθνῶν ἐκκλησία ὑπὲρ τὸν Λίβανον ἀρθήσεσθαι θεσπίζεται.