Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ποῦ δέ φησιν ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ ἢ ἐν τῇ Βηθλεὲμ τῇ Ἐφραθά; ἐντεῦθεν γοῦν τὸ κέρας τοῦ Δαβὶδ ὁ Χριστὸς τὸ κατὰ σάρκα οἷόν τι μέγα φῶς ἐξανέτειλεν, ἐνταῦθά τε προητοίμαστο ὑπὸ τοῦ θεοῦ τῶν ὅλων ὁ τοῦ Χριστοῦ λύχνος.
εἴη δ’ ἂν λύχνος αὐτοῦ, οἷα νοεροῦ φωτὸς, τὸ ἀνφρώπειον σκῆνος, δι’ οὗ δίκην ὀστρακίνου σκεύους, ὥσπερ διὰ λύχνου, τὰς τοῦ ἰδίου φωτὸς ἀκτῖνας πᾶσι τοῖς ἐν ἀγνοίᾳ θεοῦ καὶ σκότῳ βαθεῖ πιεζομένοις ἐξέλαμψεν.
ἀλλὰ γὰρ καὶ ἐν τούτοις ἀποδεδεῖχθαι σαφῶς ἡγοῦμαι θεὸν Ἰακὼβ ἀπ’ ἀρχῆς καὶ ἐξ ἡμερῶν τυγχάνοντα αἰῶνος ἀνθρώποις ἐπιδημήσειν, καὶ γεννηφήσεσθαι οὐκ ἀλλαχόθι γῆς ἀλλ’ ἢ ἐν τῷ κατὰ Βηθλεὲμ τόπῳ, πρὸς τοῖς Ἱεροσολύμοις εἰσέτι καὶ νῦν ἐπιδεικνυμένῳ χωρίῳ, ἔνθα οὐδ’ ἄλλος μετὰ τοὺς τῶν προφητῶν χρόνους ἐπιφανὴς καὶ εἰς πάντας άνθρώπους ἐπίδοξος ἢ μόνος Ἰησοῦς ὁ Χριστὸς πρὸς τῶν ἐπιχωρίων ἀπάντων ἀκολούθως ταῖς εὐαγγελικαῖς φωναῖς γεγονὼς μαρτυρεῖται.
ἑρμηνεύεται δὲ ἡ Βηθλεὲμ οἶκος ἄρτου, φερώνυμος οὔσα τοῦ προελφοντος ἐξ αὐτῆς σωτῆρος ἡμῶν ὄντος θεοῦ λόγου, ψυχῶν λογικῶν θρεπτικοῦ. ὃ καὶ παρίστησιν αὐτὸς λέγων "ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς.”
ἀλλ’ ἐπειδὴ καὶ τοῦ Δαβὶδ γέγονεν αὕτη πατρὶς, εἰκότως καὶ ὁ κατὰ σάρκα γενόμενος υἱὸς Δαβὶδ τὴν [*](28 Jo. 6, 41.)
ἀλλὰ καὶ ἐν Ναζάροις ἀνατραφεὶς λέγεται, καὶ πάλιν Ναζωραῖος κληθήσεσθαι. ἰστέον οὖν ὅτι καὶ τὸ ναζιραῖον ὄνομα Ἑβραικὸν τυγχάνει ἐν Λευιτικῷ ἐπὶ τοῦ χρίσματος τοῦ παρ’ αὐτοῖς χριστοῦ. ἦν δὲ οὗτος ὁ ἄρχων κατ’ εἰκόνα τοῦ μεγάλου καὶ ἀληθῶς ἀρχιερέως τοῦ Χριστοῦ τοῦ θεοῦ 5 σκιώδη τινὰ καὶ τυπικὸν Χριστὸν ἐπιφερόμενος.
ἐν οἷς γοῦν εἴρηται κατὰ τοὺς ἑβδομήκοντα περὶ τοῦ ἀρχιερέως “καὶ οὐ βεβηλώσει τὸν ἡγιασμένον τοῦ θεοῦ αὑτοῦ, ὅτι τὸ ἅγιον ἔλαιον χριστὸν τοῦ θεοῦ αὐτοῦ.” τὸ μὲν Ἑβραϊκὸν “ὅτι ναζὲρ ἔλαιον περιέχει ὁ δὲ Ἀκύλας ὅτι ἀφορισμα, ἔλαιον ἀλείμματος θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ·” ὁ δὲ Σύμμαχος “ὅτι ἄθικτον ἔλαιον τοῦ χρίσματος τοῦ θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ·” ὁ Θεοδοτίων “ὅτι ναζὲρ ἔλαιον τὸ χριστὸν παρὰ θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ.”
ὥστε εἷναι τὸ ναζὲρ κατὰ μὲν τοὺς ἑβδομήκοντα ἅγιον, κατὰ δὲ τὸν Ἀκύλαν ἀφόρισμα, κατὰ δὲ τὸν Σύμμαχον ἄθικτον, ὥστε ἐκ τούτου τὸ ναζιραῖον ὄνομα σημαίνειν ἤτοι τὸν ἅγιον, ἢ τὸν ἀφωρισμένον, ἢ τὸν ἄθικτον. ἀλλ’ οἶ μὲν πάλαι ἱερεῖς δι’ ἐλαίου σκευ- αστοῦ, τοὐ παρὰ Μωσεῖ ναζὲρ καλουμένου, χριόμενοι, παραγωγῶς ἀπὸ τοῦ ναζὲρ ἐκαλοῦντο ναζιραῖοι.
ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν κατὰ φύσιν ἔχων τὸ ἅγιον καὶ τὸ ἄθικτον καὶ τὸ ἀφωρισμένον, οὐ δεόμενός τε χρίσματος ἀνθρωπίνου, ὅμως τῆς τοῦ ναζιραίου προσηγορίας παρ’ ἀνθρώποις ἔτυχεν, οὐκ ἀπὸ τοῦ καλουμένου ναζέρ ἐλαίου ναζιραῖος γεγονὼς, [*](12 Levit. 21, 12.)
διὸ λέλεκται παρὰ τῷ Ματθαίῳ “χρηματισθεὶς δὲ κατ’ ὄναρ δῆλον δὲ ὅτι ὁ Ἰωσὴφ) ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρὰ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται.”
ἔδει μὲν γὰρ αὐτὸν ἐξ ἅπαντος φύσει καὶ ἀληθείᾳ ναζιραῖον ὄντα, τοῦτ’ ἔστιν ἅγιον καὶ ἄθικτον καὶ ἀφωρισμένον, ἐξ ἀνθρώπων κληθῆναι ταύτῃ τῇ προσηγορίᾳ· ἀλλ’ ἐπεὶ μὴ ἐκ τοῦ ναζὲρ ἐλαίου ταύτης ἔτυχε τῆς προσηγορίας, μὴ δεηθεὶς ἀνθρωπίνου πίνου χρίσματος, ἐκ τοῦ τόπου τῆς Ναζαρὲθ τὴν ἐκτήσατο.
Τούτων οὕτως ἀποδεδειγμένων καιρὸς ἐπισκέψασθαι καὶ ἐξ ὁποίου γένους, ἐξ ὁποίας τε Ἑβραίων φυλῆς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν, ὁ Χριστὸς τοῦ θεοῦ, προελεύσεσθαι ἐκηρύττετο. πρώτας δὲ τὰς εὐαγγελικὰς καὶ περὶ τούτου παραθήσομαι λέξεις, εἶθ’ ὥσπερ ἁρμονίους σφραγῖδας τὰς προφητικὰς αὐταῖς ἐπιθήσω μαρτυρίας. ὁ μὲν οὖν Ματθαῖος ὧδε τὸν Χριστὸν κατὰ σάρκα γενεαλογεῖ ‘Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαὰκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακὼβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν” καὶ τὰ ἐξῆς.
συνᾴδει δὲ αὐτῷ καὶ ὁ ἀπόστολος λέγων "ἀφωρίσθαι εἰς εὐαγγέλοιν θεοῦ ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὑτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα. γένοιτο [*](4 Matth. 2, 22. 23 Matth. 1, 1. 27 Rom. 1, 1.)
Ἀπὸ τῆς δευτέρας τῶν Παραλειπομένων.
Ὁ κύριος διὰ Νάθαν τοῦ προφήτου ταῦτα τῷ Δαβὶδ θεσπίζει ἐν δευτέρᾳ Παραλειπομένων “καὶ ἔσται, ἐὰν πληρωθῶσιν αἶ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα. ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.”
Καὶ ἐν ὀγδόῳ δὲ καὶ ὀγδοηκοστῷ ψαλμῷ περὶ τοῦ αὐτοῦ, ὡς περὶ Δαβὶδ, τάδε εἴρηται “αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἷ σὺ, θεός μου, καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου, κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς· εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεος μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ.”
καὶ αὖθις “ὤμοσα Δαβὶδ τῷ δούλῳ μου, ἴως αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.
καὶ πάλιν “ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα.’
καὶ αὖθις “καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ.” ὅμοια δ’ ἂν εἴη τούτοις καὶ τὰ δι’ [*](5 1. Par. 17, 11. 14 Ps. 88, 26. 19 Ps. 88, 4. 22 Ps. 88, 35. 26 Ps. 88, 29.)
Σολομῶν παῖς μὲν ὢν τοῦ Δαβὶδ καὶ τῆς βασιλείας διάδοχος πέφηνεν ὁμολογουμένως. οὗτος δὲ καὶ τὸν ἐν Ἱεροσολύμοις νεὼν τῷ θεῷ πρῶτος ἐδείματο, καὶ τοῦτον εἰκὸς ὑπολήψεσθαι τοὺς ἐκ περιτομῆς τὸν προφητευόμενον εἶναι· οὓς ἐπιστῆσαι καλὸν εἰ οἶοί τε εἶεν ἐπὶ Σολομῶνα ἀνάγειν τὸν χρησμὸν φάσκοντα “καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα,” καὶ αὖθις μεθ’ ὅρκου διατάσεως ὀμωμοκέναι τὸν θεὸν ἐν τῷ ἁγίῳ αὐτοῦ “ ὡς ἄρα ἔσται ὁ θρόνος τοῦ προφητευομένου, ὡς ὁ ἥλιος, καὶ αἱ ἡμέραι τοῦ οὐρανοῦ.’
εἰ γὰρ δή τις τοὺς χρόνους ἐξετάσειε τῆς τοῦ Σολο- μῶνος βασιλείας, τεσσαράκοντα ἔτη, οὐ πλείονα, εὑρήσει· εἰ δὲ καὶ τῶν διαδόχων αὐτοῦ συνάξοι, οὐδ’ ἐφ’ ὅλοις πεντακοσίοις ἔτεσιν εὕροι ἂν τοὺς πάντας διαγενομένους.