Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὅλα δὲ ταῦτα ἐξεθέμην εἰς παράστασιν τῶν πεπραγμένων ἐπὶ τῇ ἐν Βηθλεὶμ γενέσει τοῦ σωτῆρος ἡμῶν, ἐναργῆ τεκμήρια παρέχοντα αὐτὸν εἶναι τὸν ὑπὰ τῆς προφητείας δηλούμενον.

Καὶ εἰς δεῦρο δὲ οἱ τὸν τόπον οἰκοῦωτες, ὡς ἐκ πατέρων εἰς αὐτοὺς κατελθούσης παραδόσεως, τοῖς τῶν τόπων ἱστορίας χάριν εἰς τὴν Βηθλεὲμ ἀφικνουμένοις μαρτυροῦσι τῷ

v.3.p.463
λόγῳ πιστούμενοι τὴν ἀλήθειαν διὰ τῆς τοῦ ἄντρου δείξεως, ἐν ᾧ τεκοῦσα ἡ παρθένος κατατέθειται τὸ βρέφος, ἐφ’ οἶς ἡ προφητεία φησὶ “ διὰ αὐτοὺς ἕως καιροῦ τικτούσης. τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν.”

ἀκολούθως λούθως δὲ κἀνταῦθα τίκτουσαν δηλοῖ τὴν ἐν ταῖς πρόσθεν προφητείαις παρθένον ὠνομασμένην, καὶ προφήτιδα τὴν τὸν Ἐμμανουὴλ καὶ τὸν τῆς μεγάλης βουλῆς ἄγγελον ἀποτεξομένην. ἕως γὰρ τῶν ταύτης καιρῶν καὶ τοῦ ἐξ αὐτῆς ἀποτεχθέντος καὶ τὰ τοῦ προτέρου λαοῦ συνειστήκει, δοθείσης αὐτοῖς προθεσμίας ‘‘ἕως καιροῦ τικτούσης,” τοῦτ’ ἔστιν, ἕως τῆς παραδόξου γενέσεως τοῦ ἐκ τῆς παρθένου τεχθέντος, μεθ’ ὃν ἤρθη μὲν αὐτῶν ἡ βασιλεία, οἱ δὲ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν, οὗτοι ἂν εἶεν οἱ εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες ἀπόστολοι καὶ μαθηταὶ καὶ εὐαγγελισταὶ τοῦ σωτῆρος ἡμῶν, οὓς ἐπιστρέψαντας αὐτὸς ὁ κύριος ποιμαίνειν λέγεται, οὐ καθὼς τὸ πρὶν δι’ ἀγγέλων ἢ διὰ θεραπόντων ἀνθρώπων, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ, ὥστε διὰ τοῦτο μεγαλυνθῆναι αὐτοὺς ἕως ἄκρων τῆς γῆς. ἐμεγαλύνθησαν γὰρ ὅτε “εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματ’ αὐτῶν.”

πρόδηλον δὲ καὶ ὁποῖον μέγα ποίμνιον καθ’ ὅλης τῆς γῆς ἐκ λογικῶν καὶ ἀνθρωπείων προβάτων τῷ κυρίῳ διὰ τῶν ἀποστόλων αὐτοῦ συνέστη· ὃ καὶ αὐτὸς ὁ κύριος δι’ ἑαυτοῦ, ποιμὴν ὁμοῦ καὶ κύριος ὢν τῆς ποίμνης, ἐπόψεσθαι καὶ ποιμανεῖν ἐν ἰσχύι· λέγεται, ὥστε ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ πρὸς τοῦ δεσπότου καὶ ποιμένος φυλαττόμενα τὰ πρόβατα μηδέν τι παθεῖν δεινὸν πρὸς τῶν ἐφεδρευόντων αὐτοῖς ἀγρίων καὶ ἀπηνῶν θηρίων.

v.3.p.464

Καὶ τὰ μὲν περὶ τῆς ἐν Βηθλεὲμ καὶ τῆς ἀπὸ ταύτης προόδου τοῦ προκηρυττομένου θεοῦ τοῦτον ἔχει τὸν τρόπον. τὴν δὲ ἐξ οὐρανῶν εἰς ἀνθρώπους ἐπιδημίαν αὐτοῦ τοῦ κυρίου καὶ ποιμένος ἤδη καὶ πρότερον ἐξ αὐτοῦ τοῦ μετὰ χεῖρας προφήτου παρατέθειμαι, δι’ ὧν ἔλεγεν “ἀκούσατε λαοὶ πάντες, καὶ προσεχέτω ἡ γῆ, καὶ πάντες οἶ ἐν αὐτῇ, καὶ ἔσται κύριος ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. διότι ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται, καὶ τὰ ἐξῆς·

οἷς ἐπιλέγων ἔφασκε “δι’ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ.” σαφὲς δὲ καὶ ἀπὸ τῶν ἐξῆς τοῦ αὐτοῦ προφήτου ὅτι μὴ μόνον διὰ τὰς ἀσεβείας τοὐ Ἰουδαίων ἔθνους τὴν ἐξ οὐρανῶν ὁ κύριος πεποίητο κάθοδον, ἀλλὰ καὶ διὰ τὴν σωτηρίαν καὶ κλῆσιν τῶν ἐθνῶν ἁπάντων. ἐπιλέγει δ’ οὖν ἑξῆς ‘καὶ ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, καὶ σπεύσουσιν ἐπ’ αὐτὸ λαοὶ πολλοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι, δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου.”

διὸ καὶ μετὰ ταῦτα τὸν πρὸ αἰώνων ἀπὸ τῆς Βηθλεὲμ ἐξελεύσεσθαι ἀνακηρύξας, οὐκέτι τοῦ Ἰσραὴλ μόνου, ἀλλὰ ἀθρόως πάντων ἀνθρώπων ἴως καὶ τῶν ἄκρων τῆς γῆς ἄρξειν αὐτόν φησι· λέγει δ’ οὖν “καὶ στήσεται, καὶ καὶ ποιμανεῖ τὸ ποίμνιον αὑτοῦ ἐν ἰσχύϊ κύριος, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος κυρίου θεοῦ αὐτῶν ὑπάρξουσι· διότι νῦν μεγαλυνθήσονται ἴως ἄκρων τῆς γῆς, καὶ ἔσται αὕτη εἰρήνη.’

τίνι δὲ ἔσται αὕτη εἰρήνη ἀλλ’ ἢ τῇ γῇ, ἐν ᾗ μεγαλυνθήσονται τὰ τοῦ κυρίου; καὶ τοῦτο δὲ ὁποίου τέλους ἔτυχε [*](6 Mic. 1, 2.)

v.3.p.465
μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν παντί τῳ πρόδηλον.

πολλῆς γὰρ οὔσης πρὸ τούτου πολυαρχίας καὶ τῶν ἐθνῶν ἁπάντων τυραννουμένων ἢ δημοκρατουμένων, ὡς μηδεμίαν πρὸς ἀλλήλους ἐπιμιξίαν τοὺς ἀνθρώπους ἔχειν, ἰδίως δὲ, φέρε εἰπεῖν, Αἰγυπτίων ὑπὸ οἰκείῳ ἄρχοντι βασιλευομένων, καὶ Ἀράβων ὡσαύτως, καὶ Ἰδουμαίων Φοινίκων τε καὶ Σύρων καὶ τῶν ἄλλων ἐθνῶν, ἐπανισταμένων τε ἐθνῶν ἔθνεσι καὶ πόλεων πόλεσι, πολιορκιῶν τε μυρίων καὶ αἰχμαλωσιῶν κατὰ πάντα τόπον τε καὶ χώραν ἐπιτελουμένων, ἐπειδὴ παρῆν ὁ σωτὴρ καὶ κύριος, ὁμοῦ τῇ εἰς ἀνθρώπους αὐτοῦ παρόδῳ, πρώτου τε Ῥωμαίων Αὐγούστου τῶν ἐθνῶν ἐπικρατήσαντος, λέλυτο μὲν ἡ πλείστη πολυαρχία, εἰρήνη δὲ διελάμβανε τὴν σύμπασαν γῆν, τῇ μετὰ χεῖρας ἀκολούθως προρρήσει διαρρήδην φησάσῃ περὶ τῶν τοῦ Χριστοῦ μαθητῶν “διότι νῦν μεγαλυνθήσονται ἴως ἄκρων τῆς γῆς, καὶ ἔσται αὕτη εἰρήνη.’

ᾧ συνᾴδει τὸ ἐν ψαλμοῖς φάσκον περὶ τοῦ Χριστοῦ λόγιον ‘‘ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης.” διό μοι δοκεῖ ἄρχων εἰρήνης ἐν τῇ πρὸ ταύτης παρατεθείσῃ προφητείᾳ ὠνομάσθαι. ἐπίστησόν γε μὴν τίνα τρόπον ὁ μετὰ χεῖρας προφήτης καὶ ἐξελεύσεσθαι μὲν ἐξ οὐρανῶν τὸν κύριον ἀρχόμενος ἔφησεν, οὐ πρότερον δὲ ποιμανεῖν τοὺς ἀνθρώπους ἢ γεννηθῆναι τὸν θεσπιζόμενον ἐν τῇ Βηθλεέμ.

ὅπως δὲ ταῦτα ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐπεραιοῦτο ἐμαρτύρησεν ὁ εὐαγγελιστὴς δι’ ὧν προεξεθέμην αὐτοῦ φωνῶν. ποιμὴν δὲ καὶ ἡγούμενος ὁ Χριστὸς ἀναδειχθήσεσθαι τοῦ Ἰσραὴλ εἴρηται, συνή- [*](20 Ps. 72, 7.)

v.3.p.466
θως τής ιεράς γραφής τον αληθή 'ΐσραήλ κατά διά- νοιαν πάντα τον διορατικόν καϊ άρεστώς θεώ βιούντα έπονομαξούσης, ως έμπαλιν τ ους έκ περιτομής οπόθ' άμαρτάνοιεν, Χαναναίους καϊ σπέρμα Χαναάν καϊ ουκ 'Ιονδα, άρχοντάς τε Σοδόμων καϊ λαόν Γομόρ- ρας, έμφερώς αυτών τοΐς τρόποις άπο καλούσης.

άλλως δε προς λέξιν ή πάσα του σωτήρος ημών δια- τριβή παρά τω 'ΐουδαίων έθνει γέγονε, και πολλών γε τού'ΐσραήλ ήγήσατο, όσοι δή έγνωσαν αυτόν καϊ εις αυτόν πεπιστεύκασι τών έκ περιτομής.

Καὶ τὸ μ\ν τής έκτεθείσης προρρήσεως τοι- αύτην εί'ληφε τήν έκβασιν' τά δϊ εξής άφ' ετέρας άναγνωστέον αρχής, ούτως έχοντα” “Ασσύριος όταν έπέλθη έπϊ τήν γην υμών, καϊ όταν έπιβή έπΐ τήν χώραν υμών, καϊ έπεγερθήσονται έπ' αυτόν επτά ποιμένες, καϊ οκτώ δήγματα ανθρώπων, καϊ τά τού- τοις ακόλουθα, ά καϊ οποίας έχεται διανοίας ου τού παρόντος τυγχάνει διηγήσασθαι καιρού.

εΐποι δ* αν τις μετά τήν 'Ασσυρίων εις τήν 'ΐουδαίαν έπι- δημίαν, καθ' ην ειλον τό 'Ιουδαίων έθνος, τοσαύτας έπαναστάσεις κατ' αυτών γεγονέναι, δ σαι δηλού νται διά τών επτά ποιμένων καϊ δια τών οκτώ δηγμάτων' ταύτα δύνασθαι είδέναι τους τά 'Λσσυρίων Ιστο- ρηκότας, ων έπϊ τέλει τον έκ τής Βηθλεέμ προφη- τευόμενον γεγονέναι, μετά τους επτά δηλαδή ποιμένας και τά οκτώ δήγματα τοΐς 'Λσσυρίοις συμβάντα έν ύστέροις χρόνοις τής εις τήν 'ΐουδαίαν αυτών έφόδου. ταύτα πλείστης έρεύνης δεόμενα ου νύν πολυ- πραγμονεΐν καιρός.

v.3.p.467
  • Ἀπὸ ψαλμοῦ ρλα'.
  • " Μνήσθητι, κύριε, τοῦ Δαβὶδ καὶ πάσης τῆς πραΰτητος αὐτοῦ· ὡς ὤμοσε τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ἰακώβ · εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου ’ εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ. ἰδοὺ ἠκούσαμεν αὐτὴν Ἐφραθὰ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.”

    εἶθ’ ἑξῆς ἐπιλέγει 'ἕνεκεν Δαβὶδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ Χριστοῦ σου. ὤμοσε κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτόν. ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.’

    καὶ ἐπιφέρει τούτοις λέγων “ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῇμου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.”

    Συνᾴδει τῇ πρὸ ταύτης καὶ ἡ παροῦσα προφητεία, ἐκ Βηθλεὲμ τὸν προκηρυττόμενον θεὸν προελεύσεσθαι σημαίνουσα. τοῦτο δὲ οὖν αὐτὸ καὶ ὁ Δαβὶδ πρότερον μὲν ἀγνοῶν εὔχεται παρὰ τοῦ θ·εοῦ μαφεῖν, εἶτ’ εὐξάμενος παιδεύεται.

    ἐπειδὴ γὰρ τετύχηκε χρησμοῦ τοῦ πρὸς αὐτὸν ἐν τῷ ψαλμῷ φήσαντος “ ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου,” καὶ αὖθις “ ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου,” εἰκότως [*](2 Ps. 131, 1)

    v.3.p.468
    προσπίπτει τῷ θεῷ, καὶ προσπεσὼν ἐπ’ ἐδάφους ποτνιᾶται, ἐπὶ πλέον δὲ τῇ προσευχῇ προσκαρτερῶν ὄμνυσι τῷ θεῷ μὴ πρότερον εἰσελεύσεσθαι εἰς σκήνωμα οἴκου αὑτοῦ, μηδὲ δώσειν τοῖς ὀφθαλμοῖς αὑτοῦ ὕπνον καὶ τοῖς βλεφάροις αὑτοῦ νυσταγμὸν, μηδὲ ἀναβήσεσθαι ἐπὶ κλίνης στρωμνῆς αὑτοῦ, κεῖσθαι δὲ χαμαὶ προσκυνοῦντα καὶ ποτνιώμενον, ἴστ’ ἂν εὕρῃ τόπον τῷ κυρέῳ, καὶ σκήνωμα τῷ θεῷ Ἰακὼβ, τοῦτ’ ἔστιν, ἕως ἂν μάθῃ, τοῦ κυρίου φανερώσαντος αὐτῷ, τὴν γένεσιν τοῦ Χριστοῦ.

    εὐξάμενος δὲ καὶ τοιαυτα γνῶναι ποθήσας οὐκ εἰς μακρὸν τῷ θείῳ παευματι τὰ μέλλοντα ἔσεσθαι θεωρεῖ, τοὐ θεοῦ τοῖς οἰκείοις ἐπαγγειλαμένου ἔτι λαλούντων ἐπακούσεσθαι.