Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα, ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. διὰ τοῦτο δώσει αὐτοὺς ἴως καιροῦ τικτούσης· τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ. καὶ στήσεται, καὶ ὄψεται, καὶ ποιμανεῖ τὸ ποίμνιον αὑτοῦ ἐν ἰσχύι· κύριος, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος κυρίου θεοῦ αὐτῶν ὑπάρξουσι. διότι νῦν μεγαλυνθήσονται ἴως ἄκρων τῆς γῆς, καὶ ἔσται αὕτη εἰρήνη.”

Ἐμμανουὴλ μεθερμηνευόμενος μεθ’ ἡμῶν θεὸς, ἐκ τῆς παρθένου γεννώμενος, καὶ παιδίον γινόμενος ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, σαφῶς ἐδείχθη διὰ τῶν προεκτεθειμένων. ἀλλ’ ἐχρῆν καὶ τὸν τῆς γενέσεως αὐτοῦ σημανθῆναι τόπον. προφητεύεται δῆτα ἐκ Βηθλεέμ τις ἐξελεύσεσθαι ἄρχων ἐν τῷ Ἰσραὴλ, τὰς ἐξόδους ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος ἔχων. τοῦτο δὲ οὐκ ἂν ἐφαρμόσειεν ἀνθρώπου φύσει, εἰ μὴ μόνῳ τῷ Ἐμμανουὴλ καὶ τῷ τῆς μεγάλης βουλῆς ἀγγέλῳ.

τὸ γὰρ ἐξ αἰῶνος ὑφεστάναι τίνι ἄρα ἐφαρμόττοι ἂν [*](8 Mic. 5. 2.)

v.3.p.460
ἢ μόνῳ θεῷ ; ἐκ τοίνυν τῆς Βηθλεὲμ χωρίον δέ ἐστι τῆς Ἰουδαίας, οὐ πόρρω τῆς Ἰερουσαλὴμ διεστὼς) λέγεταί τις ἐξ αἰῶνος ὑπάρχων προελεύσεσθαι. οὐδέ- τερον δὲ ἐνθένδε ἢ μόνον τὸν Δαβὶδ εὕρομεν ἐπίδοξον γεγενημένον, καὶ ἔπειτα μετ’ ἐκεῖνον τὸν ἑπέτερον σωτῆρα Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ 5 ἕτερον δὲ παρὰ τούτους οὐδένα.

ἀλλ’ ὁ μὲν Δαβὶδ τοὺς χρόνους τῆς προφητείας προειληφὼς τετελευτήκει πλείστοις πρότερον ἔτεσι τῆς προρρήσεως· ἀλλ’ οὐδὲ ἀφ’ ἡμερῶν αἰῶνος οὕτος τὰς ἐξόδους πεποίητο. ούκοῦν λείπεται ἐπὶ τὸν μετὰ ταῦτα ἐκ Βηθλεὲμ γενό- μένον 5 τὸν ἀληθῶς Ἐμμανουὴλ, τὸν πρὸ πάσης κτίσεως προόντα θεὸν λόγον καὶ μεθ’ ἡμῶν θεὸν λεγόμενον, συμπληροῦσθαι τὰ γεγραμμένα, ἐπεὶ καὶ ἡ ἐν Βηθλεὲμ γένεσις αὐτοῦ ἄντικρυς θεοῦ παρουσίαν ἐδήλου διὰ τῶν κατ’ αὐτὴν παραδόξων.

γράφει γοῦν ὁ Λουκᾶς τοῦτον ἱστορῶν τὸν τρόπον ‘‘ἐγἐνετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, τοῦ ἀπογράψασθαι πάσαν τὴν οἰκουμενην. ἀυτὴ ἡ ἀπογραφὴ πρώτη ἐγένετο ηγεμονεύοντος τῆς Συρίας Κυρηνίου. καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν. ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρὲθ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαβὶδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβὶδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ] οὔσῃ ἐγκύῳ. ἐγένετο δὲ ἐν τῷ αὐτοὺς εἶναι ἐκεῖ, ἐπλήσθησαν αἶ ἡμέραι τοῦ τεκεῖν αὐτήν. καὶ ἔτεκε τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον,

καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν [*](17 Luc. 2, 1.)

v.3.p.461
φάτνῃ, διότι οὐκ ἣν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. καὶ ποιμένες ἤσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάς σ’ ὄντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὑτῶν· καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα θεοῦ περιέλαμψεν αὐτοὺς, καὶ ἐφοβήθησαν φόβον μέγαν.

καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ ὅτι ἐτέχθη ὑμίν σήμερον σωτὴρ, ὅς ἐστι Χριστὸς κύριος, ἐν πόλει Δαβίδ. καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνη.

καὶ ἐξαίφνης ἐγέντεο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων, δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. καὶ ἐγένετο, ὡς ἀπῆλθον ἀπ’ αὐτῶν εἰς τὸν οὐρανὸν οἶ ἄγγελοι, οἶ ποιμένες εἶπον πρὸς ἀλλήλους, διέλθωμεν δὴ ἕως Βηθλεὲμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γενόμενον, ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν.

καὶ ἦλθον σπεύσαντες, καὶ εὗρον τὴν Μαριὰμ καὶ τὸν Ἰωσὴφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνη. ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.”

ταῦτα μὲν ὁ Λουκᾶς. καὶ ὁ Ματθαῖος δὲ, τὰ περὶ τὴν γένεσιν τοῦ σωτῆρος ἡμῶν ἱστορῶν, τοῦτον γράφει τὸν τρόπον “τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι παρεγένοντο ἀπὸ ἀνατολῶν εἰς Ἰερουσαλὴμ, λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν [*](26 Matth. 2, 1.)

v.3.p.462
ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. ἀκούσας δὲ ὁ βασιλεὺς Ἡρώδης ἐταράχθη, καὶ πᾶσα ἡ Ἱεροσόλυμα μετ’ αὐτοῦ.

Καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ’ αὐτῶν ποῦ ὁ Χριστὸς γεννῦται. oἱ δὲ εἶπον αὐτῷ, ἐν Βηθλεὲμ τῆς Ἱουδαίας. οὑτως γὰρ γέγραπται κιὰ τοῦ προφήτου, καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα. ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Τότε Ἡρώδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσε παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστερος.

Καὶ πέμφας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε, πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου. ἐπὰν δὲ εὕρητε, ἀναγγεέλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν. Και ἰδοὺ ὁ ἀστὴρ, ὅν εἶδον ἐν τῆ ἀνατολῇ, προῆγεν αὐτοὺς, ἑως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σμόδρα.

Καὶ ἀλθόντες εἰς τὴν οικίαν εἶδον τὸ παιδίον μετὰ μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ. Καὶ ἀνοίξαωτες τοὺς θησαυροὺς αὑτῶν προσήωεγκαν αὐτῷ δῶρα, χρυςὸν καὶ γίβανον καὶ σμύρναν. Καὶ χρηματισθέντες κατ’ ὄναρ μὴ ἀνακάμφαι πρὸς Ἡρώδην δι᾿ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτπῶν.’’

ὅλα δὲ ταῦτα ἐξεθέμην εἰς παράστασιν τῶν πεπραγμένων ἐπὶ τῇ ἐν Βηθλεὶμ γενέσει τοῦ σωτῆρος ἡμῶν, ἐναργῆ τεκμήρια παρέχοντα αὐτὸν εἶναι τὸν ὑπὰ τῆς προφητείας δηλούμενον.