Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Σαφῶς γὰρ ταῦτα οὐδὲ ἄλλως ἢ μετὰ θεωρίας τῆς κατὰ μόνην τροπολογίαν τὴν διάνοιαν σώζει. δηλοῖ γοῦν καὶ αὐτὰ διὰ μὲν τοῦ ὕδατος τοῦ Σιλωὰμ τοῦ ἡσυχῆ πορευομένου τὴν εὐαγγελικὴν τοῦ σωτηρίου λόγου διδασκαλίαν· ἑρμηνεύεται γὰρ Σιλωὰμ ἀπεσταλμένος.

οὗτος δ’ ἂν εἴη ὁ ἐκ τοῦ πατρὸς ἡμῖν ἀπεσταλμένος θεὸς λόγος, περὶ οὗ καὶ Μώσης φησιν “οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾦ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.” ἀντὶ γὰρ τοῦ “ᾧ ἀπόκειται” τὸ Ἑβραϊκὸν Σιλωάμ περιέχει, τὸν ἐνταῦθα Σιλωὰμ, τούτ’ ἔστι τὸν ἀπεσταλμένον, κἀκεῖ δηλοῦντος τοῦ λόγου.

ὁ δὲ Ῥαασὶμ βασιλεὺς ἦν πάλιν τῶν ἐν Δαμασκῷ εἰδωλολατρῶν ἐθνῶν, ὡς καὶ ὁ υἱὸς Ρομελίου, τῶν ἐν Σαμαρείᾳ τοῦ Ἰουδαίων ἔθνους ἀποστάντων τῆς πατρίου θρησκείας.

ἀπειλεῖ [*](1 Es. 8, 5. 22 Gen. 49, 10.)

v.3.p.449
τοιγαροῦν ὁ θεὸς τοῖς μὴ τὸν Σιλωὰμ, τοῦτ’ ἔστι τὸν ἀπεσταλμένον Ἐμμανοὺλ, καὶ τὸν ἐκ τῆς προφήτιδος γεγενημένον υἱὸν, τόν τε πότιμον καὶ γόνιμον αὐτοῦ λόγον παραδεξαμένοις, ἀλλὰ τοῦτον μὲν, καίτοι πράως καὶ ἡσυχῆ φερόμενον, παραιτουμένοις, καθ’ ἑαυτῶν δὲ ἤτοι τὸν τῶν εἰδωλολατρῶν ἐθνῶν ἄρχοντα ἢ τὸν τῆς ἀποστασίας τοῦ λαοῦ τοῦ θεοῦ ἑλομένοις ἐπάξειν τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολὺ, ὅπερ ὕδωρ αὐτὸς ὁ τῆς προφητείας λόγος ἑρμηνεύει, λέγων αὐτὸν εἶναι τὸν βασιλέα τῶν Ἀσσυρίων· οὕτω πάλιν ἤτοι κατὰ διάνοιαν σημαίνων τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, ἢ τὴν νῦν ἐπικρατοῦσαν Ῥωμαίων ἀρχὴν, ᾗ καὶ παρεδόθησαν οἶ τὸ μὲν δηλωθὲν τοῦ Σιλωὰμ ὕδωρ τὸ πορευόμενον ἡσυχῆ παραιτησάμενοι, τοῖς δὲ ἐναντίοις καὶ πολεμίοις τοῦ ὀρθοῦ λόγου δόγμασιν ἑαυτοὺς ὑποβεβληκότες.

αὐτίκα γοῦν καὶ οὐκ εἰς μακρὸν μὴ παραδεξαμένοις αὐτοῖς τὸ τοῦ σωτῆρος ἡμῶν εὐαγγέλιον, παραιτησαμένοις δὲ τὸ τοῦ Σιλωὰμ ποτὸν τὸ πορευόμενον ἡσυχῆ, ἐπελθὼν ὁ ὑπ’ τοῦ θεοῦ κατευθυνόμενος Ῥωμαίων στρατὸς ἀνελήλυθεν ἐπὶ πᾶσαν φάραγγα αὐτῶν, καὶ περιεπάτησεν ἐπὶ πᾶν τεῖχος αὐτῶν, καὶ ἀφεῖλεν ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι, καὶ γέγονεν ἡ παρεμβολὴ τοῦ δηλωθέντος τοσαύτη ὥστε πληρῶσαι τὸ πλάτος τῆς Ἰουδαίας ἁπάσης.

Καὶ τοῦτό γε πρὸς λέξιν οὕτως εἰς ἐκείνους ἐκπεπλήρωται· διὰ ποίαν αἰτίαν, εἰ δὴ μαθεῖν ἐθέλεις, ἄκουε. ὅτι μεθ’ ἡμῶν ὁ θεὸς Ἐμμανουήλ, ὁ ἐκ τῆς παρθένου γεγεννημένος, ἀλλ’ οὐ καὶ μετ’ αὐτῶν ἦν· ὡς εἴ γε εἶχον αὐτὸν, οὐκ ἂν ταῦτα πεπόνθεισαν. διὸ δὴ ἐξῆς ὁ λόγος τοῖς ἔθνεσιν ἐπιβοᾶται τὸν

v.3.p.450
Ἐμμανουὴλ λέγων ‘μεθ’ ἡμῶν ὁ θεός· γνῶτε ἔθνη καὶ ἡττᾶσθε.

καὶ ταῦτα δ’ ἡμῖν ἑρμηνεύεται εἰς τὸ παραστῆσαι ὡς ποτὲ μὲν κατὰ λέξιν, ποτὲ δὲ δι’ αἰνιγμῶν τὰ πλεῖστα τῶν προφητειῶν ἐκλαμβάνειν δεῖ.

ἔνθεν δὲ ὁρμωμένους προσήκει καὶ τὰ λοιπὰ τῆς ἐν χερσὶ προφητείας ὁμοίως ἐπιθεωρεῖν.

εἰ δὲ ἔτι καὶ νῦν εἰς μέλλοντά ποτε χρόνον γενήσεσθαι ταῦτα οἶ ἐκ περιτομῆς φασιν, ἐπὶ τοῦ προσθοκωμένου αὐτοῖς Χριστοῦ ῥητῶς μόνον καὶ πρὸς λέξιν ἔσεσθαι αὐτὰ προσδεχόμενοι, ἐρωτητέον αὐτοὺς πῶς ὁ μέλλων ἥξειν κατ' αὐτοὺς λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων, καθῃρημένης μὲν ἤδη τῆς Σαμαρείας κατὰ τὸν παρόντα καιρὸν, καὶ μηκέτι οὔσης, ἀλλὰ καὶ τῆς ὀνο- μαζομένης δυνάμεως Δαμάσκου μηδαμῶς ὑπαρχούσης, μηδὲ τῆς τῶν Ἀσσυρίων δυναστείας, ἣν Μῆδοι καὶ Πέρσαι καθελόντες πάλαι ποτὲ διεδέξαντο, ὧν ὁμοῦ πάντων κατὰ τὸν ἐνεστῶτα καιρὸν μηδὲ τὴν ἀρχὴν ὑφεστώτων, πῶς δυνατὸν εἰς μέλλοντα χρόνον τὴν καθαίρεσιν αὐτῶν προσδοκᾶν; ἀλλ’ οὐδὲ ἄλλοτε πώποτε πάλαι πρότερον γεγενῆσθαι τὰ προφητευόμενα ἔστιν εἰπεῖν.

οὐδεὶς γοῦν παρ’ Ἑβραίοις πώποτε ἐκ προφήτιδος μητρὸς καὶ Ἠσαίου τοῦ προφήτου γεννηθεὶς σκῦλα Σαμαρείας καὶ δύναμιν Δαμάσκου, κατὰ τοῦ βασιλέως Ἀσσυρίων στρατεύσας, ὡς πρὸς ῥητὴν διάνοιαν λαβὼν ἱστόρηται

ὥστε ἐξ ἅπαντος ὁμολογεῖν αὐτὰ κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν μόνως πεπληρῶσθαι, οὐκ ἄλλοτε δηλαδὴ ἢ κατὰ τὴν γενομένην παρουσίαν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν, καθ’ ὃν ἀπεδείξαμεν τέλος εἰληφέναι τὰ προηγορευμένα.

ἐγράφη δ’ οὖν κατὰ τὴν προφητείαν καὶ ὁ καὶ νὸς τόμος ἐπὶ τῆς αὐτοῦ παρουσίας, ὁ τῆς καινῆς

v.3.p.451
διαθήκης λόγος τὴν γένεσιν περιέχων τοὐ τῆς προφήτιδος υἱοῦ, ὅς καὶ πρὸς λέξιν καὶ Δαμάσκου καὶ Συρίας ἁπάσης τὴν βασιλικὴν δύναμιν τά τε ἑρμηνευθέντα ἡμῖν σκῦλα Σαμαρείας ἀρρήτῳ καὶ ἐνθέῳ δυνάμει εἰς χεῖρας τῆς Ῥωμαίων βασιλείας οὐ μὴν ἀλλὰ καὶ κατὰ διάνοιαν, τοὺς ἐξ Ἰουδαίων αὐτοῦ μαθητὰς, ὥσπερ τινὰ σκῦλα περιπεποιημένος, νοητοῖς καὶ λογικοῖς ὅπλοις περιφράξας, εἰς πρόσωπον τοῦ δηλωθέντος βασιλέως Ἀσσυρίων κατεστήσατο, καὶ τούτους μὲν ὡς οἰκείους στρατιώτας ὁπλίτας παρεσκεύασεν,

τούς γε μὴν παραιτησαμένους τὸ γόνιμον καὶ ζωτικὸν ὕδωρ τῆς αὐτοῦ διδασκαλίας τὸ πορευόμενον ἡσυχῆ, ἑλομένους δὲ τὰ πολεμικὰ καὶ ἐχθρὰ τῷ θεῷ, τῷ τῶν Ἀσσυρίων ἐξέδωκε βασιλεῖ, ᾧ καὶ εἰσέτι νῦν τυγχάνουσι δεδουλωμένοι.

ἀνέβη γοῦν οὗτος ἐπὶ πᾶσαν φάραγγα αὐτῶν, καὶ ἐπὶ πᾶν τεῖχος αὐτῶν, καὶ ἀφεῖλεν ἀπὸ τῆς Ἰουδαίας πάντα ἄρχοντα καὶ βασιλέα, κεφαλὴν ὀνομαζόμενον, καὶ πάντα δυνατὸν συντελέσασθαί τι· ὥστε ἐξ ἐκείνου καὶ εἰς δεῦρο μήτε κεφαλὴν αὐτοὺς κεκτῆσθαι μήτε τινὰ δυνατὸν ἐν τοῖς θείοις, οἶος ἦν ὁ πάλαι διαπρέπων ἐν αὐτοῖς εἴτε προφήτης εἴτε ἄλλως δίκαιος καὶ θεοφιλὴς ἀνήρ.

πρόδηλον δὲ ὅπως καὶ πᾶσα αὐτῶν ἡ χώρα ὑποχείριος τοῖς αὐτῶν ἐχθροῖς καὶ πολεμίοις εἰσέτι νῦν καθέστηκε, καὶ ὡς ταῦτα πάντα ἐπὶ τῇ παρουσίᾳ τοῦ Ἐμμανουὴλ τετέλεσται. οὕτω γοῦν ἡ Ἐβραίων γραφὴ περιέχει, μονονουχὶ σημαίνουσα τὸν Ἐμμανουὴλ τὸν ἀπιστηθέντα μὲν ὑπὸ Ἰουδαίων καὶ αἴτιον αὐτοῖς τῶν τοσούτων γενόμενον συμφορῶν, ἡμῖν δὲ τοῖς ἔθνεσι πιστευθέντα σωτηρίας τε καὶ γνώσεως θεοῦ παραίτιον ἀποδειχθέντα.

διὸ ἑξῆς ἐπιλέγεται, μεθ’ ἡμῶν ὁ

v.3.p.452
θεὸς, γνῶτε ἔθνῃ καὶ ἡττᾶσθε. ἡττήμεθα γοῦν ὡς ἀληθῶς ἡμεῖς οἱ ἐξ ἐθνῶν αὐτὸν πεπιστευκότες, νικηθέντες ὑπὸ τῆς ἀληθείας καὶ τῆς τοῦ γενομένου μεθ’ ἡμῶν θεοῦ δυνάμεως, ἡττηθέντες τε ὑπηκού- σαμεν αὐτῷ πάντες ὁμοῦ οἱ μέχρι τῶν ἐσχάτων κατοι- κοῦντες τῆς γῆς, κατὰ τὴν φήσασαν προφητείαν ‘‘ἐπα- κούσατε ἕως ἐσχάτου τῆς γῆς.’’

ἀλλ’ ἡμεῖς μὲν καὶ ἡττήμεθα καὶ καλοῦντι ὑπηκούσαμεν, τοῖς δὲ ἔτι τῶν ἐθνῶν απειθοπυσι τὰ ἑξῆς ἀποτείνεται λέγων ‘‘ἰσχυκότες ἡττᾶσθε. ἐὰν γᾶρ πάλιν ἰσχ;σητε, πάλιν ἡττηθήσεσθε. καὶ λόγον ὃν ἐὰν βουλεύσησθε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ’ ἡμῶν ὁ θεός. οὕτω λέγει κύριος τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσιν’’

δι’ ὦν σαφῶς ὁ λόγος ἀφηνιῶσι καὶ ἀντιταττομένοις τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ καὶ τοῖς ἀπειθοῦσι τῇ κραταιᾷ αὐτοῦ χειρὶ θεσπίζει, ὅτι μηδὲ ἰσχύσουσι προσπολε- μεῖν τὸν μεθ’ ἡμῶν θεὸν πειρώμενοι, καὶ ὅτι πᾶν ὃ ἐὰν βουλεύσωνται καθ’ ἡμῶν οὐ μὴ ἐμμείνῃ αὐτοῖς, διὰ τὸ μεθ’ ἡμῶν εἶναι τὸν Ἐμμανουήλ. καὶ τούτῳ δὲ τῷ συμπεράσματι ῥᾴδιον ἐπιστῆσαι τὰς καθ’ ἡμῶν ἀπειλὰς καὶ τὰς κατὰ χρόνους τῶν ἀρχόντων ἐπανα- στάσιες συνορῶντας, καὶ ὡς ἄπρακτον αὐτοῖς διὰ τὸν μεθ’ ἡμῶν θεὸν ἀεὶ καθίσταται τῶν ἀπειλῶν τὸ τέλος.

’Απὸ τοῦ αὐτοῦ.

‘‘Τοῦτο πρῶτον, πίε, ταχὺ ποίει, χώρα Ζα- 25 βουλὼν καὶ γῆ Νεφθαλεὶμ, καὶ οἱ λοιποὶ οἱ τὴν παρα- λίαν κατοικοῦντες, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. ὁ λαὸς ὁ καθήμενος ἐν σκότει ἴδετε φῶς [*](25 Εs. 9, 1.)

v.3.p.453
μέγα, καὶ τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς καὶ τὰ ἐξῆς·

οἶς ἐπιλέγει ‘‘ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν, καὶ θελήσουσιν, εἰ ἐγενήθησαν πυρίκαυστοι, ὅτι παιδίον ἐγεννήθη ἡμῖν καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ. καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας καὶ ὑγείαν αὐτῷ· μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἐπὶ τὸν θρόνον Δαβὶδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα.”