Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ τὸ ‟ εὐλογημένος ὁ ἐρχόμενος [*](23 Matth. 21, 9.)

v.3.p.361
ἐν ὀνόματι κυρίου” διασαφεῖ τὸ λόγιον ἐξῆς φάσκον ‘‘θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν.” οὐκοῦν εἷς καὶ ὁ αὐτὸς ἦν ὁ ἐπιφανεὶς ἡμῖν θεὸς κύριος, ὁ τοῦ θεοῦ δηλαδὴ λόγος, ὁ καὶ διὰ τοῦτο εὐλογημένος, ὅτι δὴ ἐν ὀνόματι κυρίου τοῦ πέμψαντος αὐτὸν πατρὸς τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν ἐποιήσατο. ἐλέγχων γοῦν τοὺς ἀπιστοῦντας αὐτῷ τῶν ἐκ περιτομῆς ἔλεγε πρὸς αὐτοὺς ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με. ἄλλος ἐὰν ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.” εἰκότως οὖν πνεῦμα τὸ ἅγιον οὐκέτι τῷ Ἰουδαίων λαῷ, ἀλλὰ πᾶσι τοῖς ἔθνεσι, τὰ ἐν τῇ ἀρχῇ τοῦ Ψαλμοῦ προσφωνεῖ.

  • Ἀπὸ Ψαλμοῦ ρμγ΄.
  • ‟Κύριε, τί ἐστὶν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ, ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν ; κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι, ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται.” καὶ ὑποβὰς ἐπιλέγει ‟ὁ θεὸς καινὴν ᾄσομαί σοι.”

    Ἔχεσθαι καὶ ταῦτα τῆς προκειμένης ὑποθέσεως ἡγοῦμαι. τὴν γὰρ εἰς ἀνθρώπους γνῶσιν τοῦ θεοῦ λόγου θαυμάζων ὑπερεκπλήττεται τῆς φιλανθρωπίας, δι’ ἧς τῆς θεότητος ὑποβὰς καὶ τοῦ συμφυοῦς μεγέθους ἑαυτὸν σμικρύνας, ἠξίωσε τῆς ἰδίας γνώσεως τὸ ἀνθρώπειον γένος.

    ἐνταῦθα μὲν οὖν εὔχεται λέγων ‟κύριε, κύριε οὐρανοὺς κλῖνον οὐρανοὺς καὶ κατάβηθι.” δὲ τῷ ἑπτακαιδεκάτῳ Ψαλμῷ εἴρηται ‟καὶ οὐρανοὺς, καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.” καὶ ἐπέβη ἐπὶ Χερουβίμ καὶ ἐπετάσθη, ἐπε- [*](8 Jo. 5, 43. 14 Ps. 143, 3. 26 Ps. 18, 8.)

    v.3.p.362
    τάσθη ἐπὶ πτερύγων ἀνέμων.