Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
‟Αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη, ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοὶ, ὅτι ἐκραταιώθη ἐφ’ ἡμᾶς τὸ ἔλεος αὐτοῦ.” καὶ τὰ ἐξῆς ‟ὦ κύριε, σῶσον δὴ, ὦ κύριε, εὐόδωσον δή. εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν. ἡμῖν.”
Καὶ τούτου μέμνηται ἡ ἱερὰ τοῦ εὐαγγελίου γραφὴ τέλους τετυχηκότος ὁπηνίκα ὁ σωτὴρ καὶ κύριος ἡμῶν αὐτὸς ὁ Χριστὸς εἰσῄει εἰς τὰ Ἱεροσόλυμα, πολύ τε πλῆθος ἀνδρῶν καὶ παίδων προῆγεν αὐτὸν μετ’ εὐφροσύνης ἐπιβοώντων ‟ὡς ἀννᾶ τῷ υἱῷ τῷ Δαβὶδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Ξυρίου, ὡς ἀννᾶ ἐν τοῖς ὑψίστοις.” ἀντὶ γὰρ τοῦ ‟ ὦ κύριε σῶσον δή” κειμένου ἐν τῷ Ψαλμῷ τὸ ‟ὡς ἀννά” Ἑβραικώτερον φάσκοντες ἐπεβόων· ἑρμηνεύεται δὲ τοῦτο σῶσον δή.
καὶ τὸ ‟ εὐλογημένος ὁ ἐρχόμενος [*](23 Matth. 21, 9.)
‟Κύριε, τί ἐστὶν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ, ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν ; κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι, ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται.” καὶ ὑποβὰς ἐπιλέγει ‟ὁ θεὸς καινὴν ᾄσομαί σοι.”
Ἔχεσθαι καὶ ταῦτα τῆς προκειμένης ὑποθέσεως ἡγοῦμαι. τὴν γὰρ εἰς ἀνθρώπους γνῶσιν τοῦ θεοῦ λόγου θαυμάζων ὑπερεκπλήττεται τῆς φιλανθρωπίας, δι’ ἧς τῆς θεότητος ὑποβὰς καὶ τοῦ συμφυοῦς μεγέθους ἑαυτὸν σμικρύνας, ἠξίωσε τῆς ἰδίας γνώσεως τὸ ἀνθρώπειον γένος.
ἐνταῦθα μὲν οὖν εὔχεται λέγων ‟κύριε, κύριε οὐρανοὺς κλῖνον οὐρανοὺς καὶ κατάβηθι.” δὲ τῷ ἑπτακαιδεκάτῳ Ψαλμῷ εἴρηται ‟καὶ οὐρανοὺς, καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.” καὶ ἐπέβη ἐπὶ Χερουβίμ καὶ ἐπετάσθη, ἐπε- [*](8 Jo. 5, 43. 14 Ps. 143, 3. 26 Ps. 18, 8.)
δι’ ὧν τὰ τῆς ἀνόδου, ἣν ἀπὸ γῆς εἰς οὐρανοὺς ἐποιήσατο, θεσπίζει. ὅπως δὲ κάθοδον χρὴ νοεῖν καὶ ἄνοδον τοῦ θεοῦ λόγου, οὐ τοπικῶς μεταβάσεις ποιουμένου, τροπικῶς δὲ τὰς τοιάσδε οἰκονομίας αὐτοῦ τοῦτον τῆς γραφῆς ἀποκαλούσης τὸν τρόπον, ἐπ’ οἰκείας ἀποδώσομεν σχολῆς.
ἔδει δὲ μνημονεῦσαι ἐν τούτοις καὶ τῆς καινῆς διαθήκης, ἣν ἔμελλεν ἡ τοῦ Χριστοῦ παρουσία προξενήσειν ἀνθρώποις· αὕτη δέ ἐστιν ἡ καινὴ διαθήκη μετὰ τὴν παλαιὰν ὑπὸ Χριστοῦ πᾶσι τοῖς ἔθνεσι δεδομένη. διό φησι τὸ μετὰ χεῖρας λόγιον ‟ὁ θεὸς ᾠδὴν καινὴν ᾄσομαί σοι.”