Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
καὶ μεθ’ ἔτερα αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν. ἔθετο ποταμοὺς εἰς [*](10 Rom. 3, 30. 16 Ps. 106, 8.)
Καὶ ταῦτα σαφῶς ὀνομαστὶ τὴν τοῦ θεοῦ λόγου ἐξ οὐρανῶν κάθοδον εὐαγγελίζεται, τά τε τῆς παρουσίας αὐτοῦ κατορθώματα. ‟ἀπἐστειλε” γοῦν ‟τὸν λόγον αὑτοῦ, καὶ ἰάσατο αὐτούς.” θεοῦ ἡμεῖς σαφῶς τοῦτόν φαμεν τὸν πρὸς τοῦ πατρὸς ἀποσταλέντα πᾶσιν ἀνθρώποις σωτῆρα, ὃν καὶ διὰ τῶν ἱερῶν εὐαγγελίων θεολογεῖν πεπαιδεύμεθα.
αἰνίττεται δὲ καὶ τὴν μέχρι θανάτου κάθοδον αὐτοῦ διὰ τοὺς ἐφθακότας εἰς τοῦτον γεγεννημένην, καὶ τήν γε αἰτίαν τῆς ἀφίξεως αὐτοῦ παρίστησι, τὴν ἀπολύτρωσιν ἐμφαίνων τῶν δι’ αὐτοῦ σωθησομένων. τοὺς γὰρ ἐφθακότας ἕως τῶν πυλῶν τοὐ θανάτου ἔσωσε μόνος αὐτός· τούτους δὲ καὶ ἐρρύσατο ἰασάμενος ἐκ τῶν διαφθορῶν αὐτῶν· καὶ διεπράξατό γε ταῦτα οὐκ ἄλλως ἢ τοῦ θανάτου τὰς λεγομένας πύλας χαλκὰς συντρίψας καὶ τοὺς σιδηροῦς μοχλοὺς συγκλάσας.