Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Κἀνταῦθα πάλιν ἐρχόμενος εἰς ἀνθρώπους κύριος προφητεύεται, καινόν τε ᾆσμα ἐπὶ τῇ παρου- σία αὐτοῦ ᾄσεσθαι, τὴν καινὴν δηλονότι διαθήκην, οὐ τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ πᾶσαν τὴν γῆν ’ εὐαγ- γελισθήσεσθαί τε οὐκέτι τὸν Ἰσραὴλ, ἀλλὰ πάντα τὰ ἔθνη, ἐπειδήπερ αὐτῶν ἔσεσθαί φησι βασιλέα τὸν ἐρχόμενον κύριον.
τίς δ’ ἂν εἴη οὗτος ἢ ὁ θεὸς λόγος; ὃς μέλλων δικαιοσύνῃ τὴν οἰκουμένην καὶ ἀληθείᾳ τὴν ἀνθρωπότητα κρίνειν, ἐξ ἴσης ἅπαντας τοὺς ἐπὶ τῆς οἰκουμένης ἀνθρώπους τῆς αὑτοῦ κλή- σεως καὶ τῆς ἐπὶ ταύτῃ παρὰ τῷ θεῷ σωτηρίας κατη- ξίωσεν.
‘‘·Άισατετῷ κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησε. καὶ τὰ ἑξῆς ’ ἐγνώρισε κύριος τὸ σωτήριον αὑτοῦ, ἐναντίον πάντων τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὑτοῦ. καὶ πάλιν ‘εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. ἀλαλέ- ξατε τῷ κυρίῳ πᾶσα ἡ yrj.’* καὶ ἐπὶ πᾶσι "ra ὅρη ἀγαλλιάσονται ἀπὸ προσώπου κυρίου, ὅτι ἔρχεται, ὅτι ἥκει κρῖναι τὴν γῆν. κρινεῖ τὴν οἰγουμένην ἐν δικαι- οσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι.”
Πολλῶν ἀγαθῶν αἰτία καὶ διὰ τούτων ἡ τοῦ κυρίου παρουσία τοῖς ἔθνεσι γεγενῆσθαι προφητεύ-
‟ἐπείπερ εἷς ὁ θεός” κατὰ τὸν ἱερὸν ἀπόστολον ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.” δὲ ὅτι ἔρχεται κρῖναι τὴν γῆν γένοιτ’ ἂν δηλωτικὸν καὶ τῆς δευτέρας αὐτοῦ παρουσίας.