Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
‟Ἰδοὺ κύριος ὡς πῦρ ἥξει καὶ ὡς καται- [*](29 Es. 66, 15.)
‟Ἀντικρυς καὶ ἐν τούτοις ἡ τοῦ κυρίου εἰς ἀνθρώπους παρουσία δηλοῦται. καὶ ἐπειδήπερ εἴρηται ὡς πῦρ ἥξειν, εἰκότως φησὶν ὁ σωτὴρ ἡμῶν ‟πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;” ἅρματα δὲ αὐτοῦ τὰς δορυφορούσας αὐτὸν ἱεροὺς ἀγγέλους καὶ τοὺς ἐξυπηρετουμένους αὐτῷ ἱεροὺς ἀγγέλους εἴποις ἂν, περὶ ὡν εἴρηται ‟καὶ προσῆλθον ἄγγελοι καὶ διηκόνουν αὐτῷ,” καὶ τοὺς ἱεροὺς ἀποστόλους αὐτοῦ καὶ μαθητὰς, οἷς ἐποχούμενος ἐνθέῳ καὶ ἀοράτῳ δυνάμει ὁ τοῦ θεοῦ λόγος τὴν πᾶσαν διέδραμεν οἰκουμένην.
λέγοιτο δ’ ἂν καὶ ἄλλως πρὸς λέξιν πῦρ καὶ ἅρματα καταγγέλλεσθαι σὺν τῇ αὐτοῦ παρουσίᾳ διὰ τὴν καταλαβοῦσαν πολιορκίαν τὴν Ἱερουσαλὴμ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἄφιξιν, μεθ’ ἣν οὐκ εἰς μακρὰν ὁ μὲν νεὼς αὐτὸς ἐπυρπολεῖτο καὶ τὴν ἐσχάτην ὑπέμεινεν ἐρημίαν, ἡ δὲ πόλις ἐκυκλώθη ὑπὸ ἁρμάτων καὶ στρατοπέδων πολεμικῶν, μεθ’ ἃ καὶ τὰ περὶ τῶν ἐθνῶν ἁπάντων προηγγελμένα συμφώνως τῇ προφητείᾳ τέλους ἔτυχεν.
τίς δ’ οὐκ ἂν θαυμάσειεν ἀκούων τοῦ κυρίου διὰ τοῦ [*](13 Luc. 12, 49. 17 Matth. 4, 11.)
ἐν μέρει μὲν οὖν ἐντεῦθεν ἤδη κατὰ τὴν προτέραν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιφάνειαν αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν τῶν θείων χρησμῶν τὰ ἀποτελέσματα· γένοιτο δ’ ἂν ἐντελῆ ταῦτα καὶ κατὰ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ παρουσίαν, ὅτε πάντα τὰ ἔθνη ὄψονται τὴν δόξαν αὐτοῦ, ἐρχόμενόν τε αὐτὸν ἐξ οὐρανῶν μετὰ δυνάμεως καὶ δόξης πολλῆς. ἀναχθείη δ’ ἂν εἰς ἐκεῖνο καιροῦ καὶ τὰ λοιπὰ τῶν ἐν τῇ προρρήσει δηλουμένων, ὡσπερ οὑν συστήσομεν κατὰ τὴν οίκείαν ὑπο- θεσιν.
Τοσούτων ἡμῖν ἐπὶ τοῦ παρόντος συνειλεγμένων περὶ τῆς εἰς ἀνθρώπους θεσπιζομένης ἔσεσθαι παρουσίας θεοῦ ἑξῆς ἂν εἴη ἐπισυνάψαι ὁποῖός τις ὁ τρόπος τῆς προτέρας αὐτοῦ εἰς τὸν ἀνθρώπινον βίον παρόδου γενήσεσθαι προανεφωνεῖτο.
Θεὸν εἰς ἀνθρώπους ἀφίξεσθαι καὶ σὺν ἀνθρώ- ποις ἐπὶ γῆς πολιτεύσεσθαι, δύο τε ταῦτα μέγιστα τεκμήρια τῆς αὐτοῦ παρουσίας ἔσεσθαι, κλῆσιν ἐπ’ ἀναλήψει τῆς ἀληθοῦς θεογνωσίας τῶν ἀνὰ τὴν οἰκου- οἰκουμένην ἐθνῶν, ἀπόπτωσίν τε καὶ ἐρημίαν διὰ τὴν εἰς αὐτὸν ἀπιστίαν τοῦ Ἰουδαίων ἔθνους, ἐν τῷ πρὸ τού- του συγγράμματι διὰ τῶν προφητικῶν φωνῶν μεμα- θηκότες, ἐπισκεψάμενοί τε κατὰ τὸ αὐτὸ ὁποίου τέλους ἔτυχε τὰ προηγορευμένα, ἑξῆς καὶ ἀκολούθως ἐν ἑβ- δόμῳ τούτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδεί- ἀποδείξεως τὸν τρόπον ἐπιθεωρῆσαι πειρασόμεθα, καθ’ ὅν φησιν αὐτὸν τὴν εἰς ἀνθρώπους ποιήσασθαι πάροδον.
φέρε οὖν ἐντεῦθεν ἤδη σκοπήσωμεν ὁποῖός τις ὁ τρόπος ἔσεσθαι τῆς τοῦ θεοῦ εἰς ἀνθρώπους ἐπιδη- μιᾶς ἐθεσπίζετο, καὶ ποῦ γῆς γεννηθήσεσθαι προε- κηρύττετο,ἀπὸποίου τε γένους προελεύσεσθαι ἐβοᾶτο.
“ Πρόρρησις τῆς εἰς Χριστὸν ἀπιστίας τοῦ Ἰου- δαίων ἔθνους καὶ σημεῖον αὐτοῖς ἀπὸ κυρίου διδό- διδόμενον. ἦν δὲ τοῦτο παρθένος θεὸν γεννῶσα, ἐφ’ οὗ τῇ γενέσει καθαίρεσις παντελὴς τοῦ Ἰουδαίων ἔθνους ἐθεσπίζετο, καὶ ὡς ἀλλόφυλοι καὶ πολέμιοι τὴν χώραν αὐτῶν καθέξουσιν, καὶ ὡς ἡ πρὶν ἔρημος τῆς ἐνθέου τυχοῦσα γεωργίας εὐφορήσει.
τῆς ἐξ ἐθνῶν ἐκκλη- σίας τοῦτον δηλουμένης τὸν τρόπον, ὥσπερ ὁ θαυ- μάσιος εὐαγγελιστὴς Ἰωάννης μείζονι ἢ κατὰ ἄνθρω- πον μεγαλοφωνίᾳ τὸν σωτῆρα καὶ κύριον ἡμῶν θεο-