Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
λέγοιντο δ’ ἂν ἐν τούτοις σκοποὶ οἶ ἱεροὶ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι, οἳ καὶ ὀφθαλμοφανῶς ἰδόντες τὸν προφητευόμενον ὕψωσαν αὑτῶν τὴν φωνὴν εἰς πᾶσαν τὴν οἰκουμένην κηρύξαντες. Σιῶν δὲ καὶ Ἱερουσαλὴμ τὴν ἐν τοῖς τόποις εὐαγγελιζομένην οἶδεν ἐπουρανίους ὁ ἀπόστολος δι’ ὧν φησιν ‟ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν.”
καὶ ‟προσεληλύθατε Σιῶν ὄρει καὶ πόλει θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει.” λέγοιτο δ’ ἂν Σιῶν καὶ ἡ εἰς πάντα τὸν ἐπὶ γῆς τόπον διὰ Χριστοῦ συστᾶσα ἐκκλησία, ὡς καὶ Ἱερουσαλὴμ πᾶν τὸ θεοσεβὲς πολίτευμα, ὃ καὶ παρὰ μόνοις Ἰουδαίοις τοῖς πάλαι τὸ πρὶν συνεστὼς εἰς ἐρημίαν διὰ τἀς δυσσεβείας αὐτῶν περιτέτραπται, εἶτ’ αὖ πάλιν τῆς ἐπὶ τὸ κρεῖττον ἀνανεώσεως ἔτυχε διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας.
διό φησιν ἡ ‟ῥηξάτω [*](20 Gal. 4, 26. 21 Heb. 12, 22.)
τούτοις ἀκολούθως ἡ τῶν ἐθνῶν ἐπὶ τὴν εὐσέβειαν τοῦ θεοῦ κλῆσις ἐναργέστατα δηλοῦται διὰ τοῦ καὶ ἀποκαλύψει κύριος ὁ θεὸς τὸν βραχίονα τὸν ἅγιον αὑτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν.” καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν.” βραχίονα δὲ τοῦ θεοῦ μὴ ἄλλον εἶναι τοῦ λόγου καὶ τῆς σοφίας καὶ αὐτοῦ τοῦ κυρίου, ὅς ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ νόμιζε.
τοῦτο γοῦν ἐκ πολλῶν παραστῆσαι ῥᾴδιον. ἔχεις δὲ καὶ ἐν Ἐξόδῳ τὸν Ἰσραὴλ βραχίονι θεοῦ ῥυσθέντα τῆς ὑπ’ Αἰγυπτίοις δουλείας. αὐτὸν δὴ ἐκεῖνον τὸν βραχίονα τοῦ θεοῦ τὸν ἀναφανέντα σωτῆρα τοῦ πάλαι λαοῦ πᾶσι τοῖς ἔθνεσιν ἀποκαλυφθήσεσθαι, ὡς ἂν τὸ πρὶν ἐπικεκρυμμένον, ἡ παροῦσα σημαίνει προφητεία. τὴν δὲ σωτηρίαν, ἥν φησιν ὄψεσθαι πάντα τὰ ἄκρα τῆς γῆς, καὶ ἣν ἀνώτερον ἐδήλου λέγων ‟ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου” ἴσθι τῇ Ἑβραίων φωνῇ τῷ τοῦ Ἰησοῦ ὀνόματι προσαγορεύεσθαι.