Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

διὸ λέλεκται ‟πόλις ἐπὶ πόλιν καὶ νόμος ἐπὶ νόμον.” ἔστι δὲ ἐπὶ τούτοις τοὺς Αἰγυπτίους πάντας τοὺς εἰδωλολάτρας, τό τε ἐνεργοῦν ἐν αὐτοῖς τῆς εἰδωλολατρίας πνεῦμα, συνιδεῖν ταραττομένους εἰσέτι νῦν, καὶ πολλὰ μὲν βουλευομέμους κατὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας, ὡς ἂν σβέ- σοιεν αὐτὴν καὶ ἐξ ἀνθρώπων ἀφανίσοιεν, διασκεδαννυμένους δὲ ὑπὸ τοῦ θεοῦ, φήσαντος ἐν τῇ προφητείᾳ ‟καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω.”

μυρία δὲ ὅσα πυνθανόμενοι καὶ ἐπερωτῶντες καθ’ ἡμῶν ἴν τε χρησμοῖς καὶ μαντείαις τοὺς θεοὺς αὑτῶν, καὶ τοὺς ἐν τοῖς ἀγάλμασιν ἐμφωλεύοντας δαίμονας, [*](2 Luc. 12, 51. coll. Matth. 10, 34.)

v.3.p.405
τούς τε πάλαι ἐν αὐτοῖς πολλὰ δυναμένους ἐγγαστρι- μύθους, οὐδέν τι πλέον ἐξ αὐτῶν ἔχουσι.

διό φησιν ὁ λόγος ^’y,al ἐπερωτήσουσι τοὺς θεοὺς αὑτῶν καὶ τὰ ἀγάλματα αὑτῶν καὶ τοὺς ἐγγαστριμύθους. ’ ἀλλ’ οὐδεμιᾶς γὰρ, φησὶ, τεύξονται βοηθείας οἶ ἐπὶ τοὺς πεπλανημένως δοκοῦντας αὐτῶν εἶναι θεοὺς καταφεύγοντες, τότε μάλιστα αὐτοὺς τοῦ θεοῦ κυρί- κυρίοις σκληροῖς καὶ βασιλεῦσι παραδιδόντος, ὅτε τοῖς δαίμοσιν αὑτῶν πειθόμενοι καὶ ὑπ’ αὐτῶν ἐνεργού- ἐνεργούμενοι τοὺς κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ διωγμοὺς ἐπεγείρουσιν.

ἔνθα μοι τὸν νοῦν ἐπιστήσεις, τίνα τρόπον μέχρι μὲν τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χρι- στοῦ ἐπιφανείας οἰκείοις βασιλεῦσιν ἰδίως καὶ καθ’ ἑαυτὴν πᾶσα Αἴγυπτος κέχρητο, ἐν αὐτονομίᾳ τε καὶ ἐν ἐλευθερίᾳ διῆγον οἶ Αἰγύπτιοι, δυναστεία δὲ αὐ- τῶν ἐξ αἰῶνος μακρά τις καὶ πολλὴ βεβόητο, ἐξ ἐκεί- νοῦ τε πρώτου Ῥωμαίων Αὐγούστου, καθ’ ὃν ὁ κύ- ριος ἡμῶν γεγέννητο, χειρωσαμένου τὴν Αἴγυπτον, ὑστάτης τε τῶν Πτολεμαίων Κλεοπάτρας ἁλούσης, ὑπὸ τὴν Ρωμαίων γεγόνασιν ἐξουσίαν ὑπό τε τοὺς αὐτῶν νόμους καὶ ἐπιτάγματα, τῆς προτέρας αὐτο- νομίας καὶ ἐλευθερίας ἀφῃρημένοι· ὡς καὶ ἐν τούτῳ τὸ προφητικὸν ἐπαληθεύειν λόγιον, περὶ μὲν τῶν εἰς τοὺς τόπους ἐκπεμπομένων ἐπιτρόπων τε καὶ ἡγου- μένων καὶ περὶ τῶν λοιπῶν ἐν μέρει ἀρχόντων φά- σκον ’ καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν,” περὶ δὲ τῶν τὴν καθ’ ὅλου διε- πόντων ἀρχὴν τὸ ἑξῆς.

ἀνθ’ οὗ ὁ Ἀκύλας φησὶ καὶ βασιλεὺς κεκραταιωμένος ἐξουσιάσει ἐν αὐτοῖς·’ ὁ δὲ Σύμμαχος “καὶ βασιλεὺς ἰσχυρὸς ἐξουσιάσει αὐ- τῶν. οὕτω δὴ τὴν Ῥωμαίων ἡγοῦμαι κεκλῆσθαι βασιλείαν, ὑφ’ ἧς ὥσπερ χαλινῷ καὶ δεσμῷ πεπεδη-

v.3.p.406
μένους οὐ μόνον τοὺς πάντων ἀνθρώπων δεισιδαιμονεστάτους Αἰγυπτίους, ἀλλὰ καὶ τοὺς λοιποὺς πάντας ἀνθρώπους μηδὲν δύνασθαι τολμᾶν κατὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐκκλησίας δυσφημεῖν.

μετὰ ταῦτα προφητεύεται τούτοις ἐξῆς σκοτεινότερά τινα καὶ δι’ αἰνιγμάτων μακροτέρας καὶ βαθυτέρας τῆς κατὰ τροπολογίαν δεόμενα ἑρμηνείας, ἃ δὴ ἐπὶ σχολῆς κατὰ τὸν προσηχοντακαιρὸν τῆς προσηκούσης τεύξεται διηγήσεως, ἐπὰν σὺν θεῷ τὸν περὶ τῶν ἐπαγγελιῶν ἀποδώσωμεν λόγον.

  • Ἀπὸ τοῦ αὐτοῦ.
  • ‟ Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου. καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ. ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα παρακαλέσατε οἶ ὀλιγόψυχοι τῇ διανοίᾳ ἰσχύσατε, μὴ φοβεῖσθε, ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει, αὐτὸς ἥξει, καὶ σώσει ἡμὰς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται. τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανῆ ἔσται γλῶσσα μογιλάλων, ὅτε ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ· καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν γῆν πηγὴ ὕδατος ἔσται.”

    Κἀνταῦθα διαρρήδην θεοῦ ἄφιξις θεσπίζεται σωτήριος καὶ πολλῶν ἀγαθῶν αἰτία· κωφοῖς γοῦν ἴασις καὶ τυφλοῖς ἀνάβλεψις, προσέτι τε χωλοῖς καὶ [*](11 Es. 35, 1.)

    v.3.p.407
    τὴν γλῶτταν συνδεδεμένοις θεραπεία ἔσεσθαι προφητεύεται, ἃ καὶ τέλους ἔτυχεν οὐκ ἄλλως ἢ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας, ὑφ’ οὗ καὶ τυφλῶν ἀνεῴχθησαν οἶ ὀφθαλμοὶ καὶ κωφοὶ τὴν ἀκοὴν ἀπειλήφασιν.

    τί δεῖ λέγειν ὅσοι καὶ διὰ τῶν αὐτοῦ μαθητῶν παρειμένοι καὶ κωφοὶ καὶ χωλοὶ τὰς κατὰ φύσιν ἰάσεις ἀπελάμβανον, ἄλλοι τε μυρίοι ποικίλαις νόσοις καὶ μαλακίαις τετρυχωμένοι τῆς παρ’ αὐτοῦ θεραπείας τε καὶ σωτηρίας ἠξιοῦντο, κατά τε τὴν ἔνθεον τῆς προφητείας πρόρρησιν καὶ κατὰ τὴν ἀψευδεστάτην τῶν ἱερῶν εὐαγγελίων μαρτρυίαν;