Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἡμῖν δὲ τίσιν; ἦ
κληρονομίαν δὲ αὐτοῦ τίνα χρὴ νοεῖν ἢ τὴν κλῆσιν τῶν ἐθνῶν ἀπάντων, ἣν αὐτὸς ὁ Χριστὸς τοῦ θεοῦ παριστὰς ἔφησε ‘‘κύριος εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.”
ταύτην οὖν τὴν ὑπὸ πατρὸς δεδομένην αὐτῷ κληρονομίαν ὑπέταξε τοῖς ἀποστόλοις αὐτοῦ καὶ προφήταις, τῷ τοὺς εἰς αὐτὸν πεπιστευκότας τοῖς τούτων ὑποτετάχθαι λόγοις ἀκολούθως τοῖς προκειμένοις θεσπίσμασι. καὶ ταῦτα δὲ πάντα κατορθώσας ἐπὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ παρουσίας ὁ θεὸς λόγος, περὶ οὗ πλεῖστα ἡμῖν διείληπται, ‘‘ἀνέβη ἐν ἀλαλαγμῷ.”
τοῦτο δὲ ἑρμηνεύων ὁ ἀπόστολός φησι τὸ δὲ ἀνέβη τί ἐστὶν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτατα τῆς γῆς ; ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν.” ἐν ἀλαλαγμῷ δὲ αὐτόν φησιν ἀνεληλυθέναι διὰ τὴν εἰς αὐτὸν θεολογίαν τῶν δορυφορούντων αὐτὸν ἀνιόντα ἀγγέλων, οἳ καὶ ἔλεγον ‟ἄρατε οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.” φωνὴν δὲ οὐκ ἂν σφαλείης τὸ κήρυγμα εἰπὼν τὸ εὐαγγελικὸν εἰς πᾶσαν ἐξηχῆσαν τὴν οἰκουμένην.
παντὸς γὰρ ὀργάνου μουσικοῦ μεγαλοφωνοτέρας οὔσης [*](9 Ps. 2, 7. 20 Eph. 4, 9. 25 Ps. 23, 7.)
οὐκέτι γὰρ οἶ πρὶν δαίμονες, φησὶ, οὐδὲ τὰ περίγεια καὶ ἀπατηλὰ πνεύματα, ἀλλ’ αὐτὸς ὁ θεὸς ἐβασίλευσεν ἐπὶ πάντα τὰ ἔθνη, ὁ θεὸς αὐτὸς, ὃς κάθηται ἐπὶ θρόνου ἁγίου αὑτοῦ. ἤδη δὲ πρότερον τοῦ θεοῦ λόγου τὸν θρόνον, ἐφ’ ὃν καθέζεσθαι ὁ πατὴρ αὐτῷ παρεκελεύσατο εἰπὼν‘ ‟κάθου ἐκ δεξιῶν μου, ἕως θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου,” διὰ τοῦ πρὸ τούτου συγγράμματος παρεστήσαμεν.
τὸ δὲ ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ” ἔτι σαφέστερον δηλοῖ μετατεθεῖσθαι εἰς τὸν κλῆρον τῶν πάλαι θεοφιλῶν τοῦ θεοῦ προφητῶν τοὺς ἐξ ἐθνῶν ἄρχοντας τῆς Χριστοῦ ἐκκλησίας, οἳ καὶ τῇ δυνάμει τοῦ σωτῆρος ἡμῶν κραταιωθέντες σφόδρα ἐπήρθησαν, οὐδενὸς ἀνθρώπων καταβαλεῖν αὐτοὺς καὶ ταπεινῶσαι δεδυνημένου διὰ τὴν ἀνυψοῦσαν αὐτοὺς καὶ δυναμοῦσαν τοῦ θεοῦ δεξιάν. καὶ ταῦτα δὲ ἐπὶ σχολῆς ἐντελοῦς τεύξεται διηγήσεως.